Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Εέ έστιν ἀθάνατος ἕκαστος ἡμῶν, ἤ φθείρεται πᾶς, ἤ φθείφεται πᾶς, ἤ τὰ μὲν αὐτοῦ ἄπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπεισιν εἰς σκέδασιν καὶ φθορὰν, τὰ δὲ μένει εἰσαεὶ ἅπερ ἐστὶν, αὐτὸς ὧδ’ ἄν τις μάθοι κατὰ φύσιν ἐπισκοπούμενος.

ἁπλοῦν μὲν δή τι οὺκ ἄν εἴη ἄνθρωπος, ἀλλ’ ἔστιν ἐν αὐτῷ ψυχὴ, ἔχει δὲ καὶ σῶμα· εἴτ’ οὖν ὡς ὄργανον ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον, ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἐκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον.

Τὸ μὲν δὴ σῶμα, καὶ αὐτὸ συγκείμενον, οὔτε παρὰ τοῦ λόγου δύναται μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ παρῇ τοῖς ὄγκοις.