Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λό- γος, καὶ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα, ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστα- σις.

ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας δια- κοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐ- τὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς ἀρχῆς αἰτίαν καὶ πᾶσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτά.

οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς. οἵα γὰρ ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα‚ τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγεννήτου· γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. ὃν τρόπον δ’ ἀγέννητός ἐστι καὶ ἀναιρεθῆναι ἀδύνατόν ἐστιν αὐτὴν, οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν.”