Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Πρὸς δὲ τὸν ἐντελέχειαν τὴν ψυχὴν εἰπόντα καὶ ἀκίνητον παντελῶς οὖσαν κινεῖν ὑπειληφότα ῥητέον τέον πόθεν οἱ ἐνθουσιασμοὶ τοῦ ζῴου μηδὲν μὶν ξυνιέντος ὧν ὁρᾷ τε καὶ λέγει, τῆς δὲ ψυχῆς καὶ τὸ μέλλον καὶ μὴ ἐνεστὸς βλεπούσης καὶ κατὰ ταὐτὸ κινουμένης‚ πόθεν δὲ καὶ ἐπὶ τῆς τοῦ ζῴου συστάσεως αἶ τῆς ὡς ζῴου ψυχῆς βουλαί τε καὶ σκέψεις καὶ θελήσεις, ῥοπαὶ οὖσαι τῆς ψυχῆς καὶ οὐ τοῦ σώματος.”

Εἶθ’ ἑξῆς ἐπιλέγει

Τὸ δὲ βαρύτητι ἀπεικάζειν τὴν ψυχὴν ἢ ποιό- τησι μονοειδέσι καὶ ἀκινήτοις σωματικαῖς‚ καθ’ ἃς ἢ κινεῖται ἢ ποιόν ἐστι τὸ ὑποκείμενον, ἐκπεπτωκότος

v.2.p.366
ἦν τέλεον ἢ ἑκόντος ἢ ἄκοντος τῆς ψυχικῆς ἀξίας, καὶ οὐδαμῶς καθεωρακότος ὡς παρουσίᾳ μὲν τῆς ψυχῆς ζωτικὸν γέγονε τὸ τοῦ ζῴου σῶμα, ὡς πυρὸς παρουσίᾳ θερμὸν τὸ παρακείμενον ὕδωρ, ψυχρὸν ὂν καθ’ ἑαυτό· καὶ ἡλίου ἀνατολῇ πεφώτισταί γε ὁ ἀὴρ‚ σκοτεινὸς ὢν ἄνευ τῆς τούτου ἐκλάμψεως.

ἀλλ’ οὔτε ἡ θέρμη τοῦ ὕδατος ἡ θερμότης ἦν τοῦ πυρὸς οὔτε τὸ πῦρ, οὔτε τὸ ἐναέριον φῶς τὸ σύμφυτον τό ἡλίῳ φῶς· ὡσαύτως δὲ οὐδὲ ἡ τοῦ σώματος ἐμψυχία, ἥτις ἔοικε τῇ βαρύτητι καὶ τῇ περὶ σῶμα ποιότητι, ἡ ψυχὴ ἡ ἐν τῷ σώματι κατατακθεῖσα, δι’ ἣν καὶ πνοῆς τινος ζωτικῆς μετέσχε τὸ σῶμα.”

Εἶθ’ ἑξῆς μεθ’ ἕτερα ἐπιλέγει

“Τὰ μὲν οὖν ἄλλα ὅσα περὶ αὐτῆς εἰρήκασιν ἄλ- λοι αἰσχύνην ἡμῖν φέρει. πῶς γὰρ οὐκ αἰσχρὸς ὁ ἐντελέχειαν τιθεὶς τὴν ψυχὴν λόγος σώματος φυσικοῦ ὀργανικοῦ; πῶς δὲ οὐκ αἰσχύνης γέμων ὁ πνεῦμά πως ἔχειν αὐτὴν ἀποδιδοὺς‚ ἢ πῦρ νοερὸν‚ τῇ περι- ψύξει καὶ οἶον βαφῇ τοῦ ἀέρος ἀναφθὲν ἢ στομωθὲν, ὅ τε ἀτόμων ἄθροισμα θεὶς ἢ ὅλως ἀπὸ σώματος αὐτὴν d τὴν γεννᾶσθαι ἀποφαινόμενος;"

Ὁν δὴ λόγον ἐν Νόμοις ἀσεβῶν ἀσεβῆ εἶναι ἀπε- φήνατο. αἰσχύνης οὖν πάντες οὗτοι πλήρεις λόγοι. ἐπὶ δὲ τῷ λέγοντι αὐτοκίνητον οὐσίαν οὐκ ἄν τις, φησὶν, αἰσχυνθείη.