Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τὸ δὲ τῆς ἐντελεχείας ὧδ᾿ ἄν τις ἐπισκέ- ψαιτο πῶς περὶ ψυχῆς λέγεται. τὴν ψυχήν ἐν τῷ συνθέτῳ εἴδους τάξιν ὡς πρὸς ὕλην τὸ σῶμα ἔμψυχον ἔχειν, σώματος δὲ οὐ παντὸς εἶδος, οὐδὲ ᾗ σῶμα, ἀλλὰ φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος.

εἰ μὲν οὖν ᾗ παραβέβληται ὡμοίωται, ὡς μορφὴ ἀνδριάντος πρὸς χαλκόν· καὶ διαιρουμένου τοῦ σώματος συμμερίζεσθαι τὴν ψυχὴν , καὶ ἀποκο-

v.2.p.364
πτομἐνου τινὸς μέρους μετὰ τοῦ ἀποκοπέντος ψυχῆς μόριον εἶναι, τήν τε ἐν τοῖς ὕπνοις ἀναχώρησιν μὴ γίνεσθαι, εἴπερ δεῖ προσφυᾶ τὴν ἐντελέχειαν οὗ ἐστιν εἶναι· τὸ δ’ ἀληθὲς μηδὲ ὕπνον γίνεσθαι.

καὶ μὴν ἐντελεχείας οὔσης, οὐδὲ ἐναντίωσιν λόγου πρὸς ἐπιθυμίας· ἕν δὲ καὶ ταὐτὸν δι’ ὅλου πεπονθέναι τὸ πᾶν οὐ διαφωνοῦν ἑαυτῷ. αἰσθήσεις δὲ μόνον δυνατὸν ἴσως γίνεσθαι, τἀς δὲ νοήσεις ἀδύνατον. διὸ καὶ αὐτοὶ ἄλλην ψυχὴν τὸν νοῦν εἰσάγουσιν, ὃν ἀθάνατον τίθενται.

τὴν οὖν λογιζομένην νῆν ψυχὴν ἄλλως ἐντελέχειαν ἢ τοῦτον τὸν τρόπον, ἀνάγκη εἶναι, εἰ δεῖ τῷ ὀνόματι τούτῳ χρῆσθαι. οὐδ’ ἡ αἰσθητικὴ‚ εἴπερ καὶ αὕτη τῶν αἰσθητῶν ἀπόντων τοὺς τύπους ἔχει‚ αὐτοὺς οὐ μετὰ τοῦ σώματος ἄρα ἕξει· εἰ δὲ μὴ‚ οὕτως ἐνέσονται ὡς μορφαὶ καὶ εἰκόνες· ἀλλ’ ἀδύνατον ἄλλως δέχεσθαι, εἰ οὕτως ἐνεῖεν. οὐκ ἄρα οὖσ’ ἀχώριστος ἐντελέχεια.

καὶ μὴν οὐδὲ τὸ ἐπιθυμοῦν μὴ σιτίων, μηδὲ ποτῶν, ἀλλ’ ἄλλων παρὰ τὰ τοῦ σώματος‚ οὐδὲ αὐτὸ ἀχώριστος ἐντελέ- χεια. λοιπὸν δὲ τὸ φυτικὸν ἂν εἴη‚ ὁ ἀμφισβήτησιν ἂν δόξειεν ἔχειν, μήποτε τοῦτον τὸν τρόπον ἐντελέχεια ἀχώριστος ῇ.

ἀλλ’ οὐδὲ τοῦτο φαίνεται οὕτως ἔχον. εἰ γὰρ ἡ ἀρχὴ παντὸς φυτοῦ περὶ τὴν ῥίζαν, καὶ αὐξανομένου τοῦ ἄλλου σώματος περὶ τὴν ῥίζαν, καὶ τὰ κάτω ἐν πολλοῖς τῶν φυτῶν‚ ἡ ψυχὴ δηλονότι ἀπολιποῦσα τὰ ἄλλα μέρη εἰς ἴν τι συνεστάλη· οὐκ ἄρα ἦν ἐν τῷ ὅλῳ ὡς ἀχώριστος ἐντελέχεια. καὶ γὰρ αὖ ἐστὶ πρὶν αὐξηθῆναι τὸ φυτὸν ἐν τῷ ὀλίγῳ ὄγκῳ.

εἰ οὖν καὶ εἰς ὀλίγον ἔρχεται ἐκ μείζονος φυτοῦ καὶ ἐξ ὀλίγου ἐπὶ πᾶν‚ τί κωλύει καὶ ὅλως χωρίζεσθαι; πῶς δ’ ἂν καὶ ἀμερὴς οὖσα μεριστοῦ τοῦ σώματος ἐντελέχεια γένοιτο μεριστή; ἥ τε αὐτὴ

v.2.p.365
ψυχὴ ἐξ ἄλλου ζῴου ἄλλο γίνεται· πῶς οὖν ἡ τοῦ προτέρου τοῦ ἐφεξῆς ἂν γένοιτο, εἰ ἦν ἐντελέχεια ἑνός;

φαίνεται δὲ τοῦτο ἐκ τῶν μεταβαλλόντων ζῴων εἰς ἄλλα ζῷα. οὐκ ἄρα τῷ εἶδος εἶναί τινος τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν οὐσία, οὐ παρὰ τὸ ἐν σώματι ἱδρῦσθαι τὸ εἶναι λαμβάνουσα, ἀλλ’ οὖσα πρὶν καὶ τοῦδε γενέσθαι, οἷον ζῴου, οὐ τὸ σῶμα τὴν ψυχὴν γεννήσει.

τίς οὖν οὐσία αὐτῆς; εἰ δὲ μήτε σῶμα μήτε πάθος σώματος, πρᾶξις δὲ καὶ ποίησις, καὶ πολλὰ καὶ ἐν αὐτῇ καὶ ἐξ αὐτῆς, οὐσία παρὰ τὰ σ΄σματα οὖσα, ποία τίς ἐστιν; ἢ δῆλον ὅτι ἥν φαμεν ὄντως οὐσίαν εἶναι; τὸ μὲν γὰρ γένεσις‚ ἀλλ’ οὐκ οὐσία, πᾶν τὸ σωματικὸν εἶναι λέγοιτ’ ἂν, γινόμενον καὶ ἀπολλύμενον‚ ὄντως δὲ οὐδέποτε ὂν, μεταλήψει δὲ τοῦ ὄντος σωζόμενον, καθ’ ὅσον ἂν αὐτοῦ μετα- λαμβάνον.”

Επειδὴ δὲ καὶ τὰ Πλωτίνου διήλθομεν, συνιδεῖν οὐκ ἄτοπον καὶ τὰ Πορφυρίῳ ἐν τοῖς πρὸς Βόηθον περὶ ψυχῆς εἰρημένα