Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὁ δὲ Φίλων ἄρα οὗτος μὲν ἐκδεξάμενος τὴν διατριβὴν ὑπὸ χαρμονῆς ἐξεπέπληκτο, καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε, καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε, καὶ τοῖς Στωϊκοῖς

  • ἐκορύσσετο νώροπι χαλκῷ.
  • ὡς δὲ προἰ·όντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ’ ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. πολλὴν δῆτ’ ἔχων ἤδη τὴν διαίσθησιν ὑπερεπεθύμει, εὖ οἶσθ’ ὅτι, τῶν ἐλεγξόντων τυχεῖν, ἵνα μὴ ἐδόκει μετὰ νῶτα βαλὼν αὐτὸς ἑκὼν φεύγειν.

    Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας ἐναντία Φίλωνι

    v.2.p.279
    τῷ καθηγητῇ ἐφρόνησε, μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ.᾿

    Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος περὶ διαδοχῆς μνημονεύεται. ὥρα δ’ οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι, οἱ τὴν πολλὴν γῆν πλανηθέντες, καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι, ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες, καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕροντο παρ’ αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων κατῆλθεν.

    ἐκράτει μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν ἡ πολύθεος δεισιδαιμονία, νεῴ τε καὶ ἱερὰ καὶ μυστήρια τῶν θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως παρὰ πᾶσιν ἐφυλάττοντο. οὐ δὴ οὖν οὐδὲ φιλοσοφίας ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὸ τῆς θεοσοφίας προειλήφει· οὐδ’ ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς σοφοὺς, εἰ δὴ τὰ τῶν προγόνων αὐτοῖς εὖ ἔχοντα ἦν, ἀλλ’ οὐδὲ στασιάζειν καὶ διαφέρεσθαι τοὺς γενναίους φιλοσόφους, εἰ δὴ σύμφωνος καὶ ἀληθὴς ἡ πάτριος αὐτοῖς περὶ θεῶν δόξα τυγχάνειν δεδοκίμαστο.

    τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις καὶ μάχεσθαι, ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν πλανᾶσθαί τε καὶ τὰ βαρβάρων ὑποσυλᾶν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοὶ, ἢ παρὰ τῶν θεολόγων ἀνδρῶν τοὺς ἀληθεῖς καὶ ἀδιαπτὡτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὧν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες;

    τί

    v.2.p.280
    δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾶν, ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφαλὴς καὶ βεβαία θεῶν εὕρεσις καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυστηρίοις τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν;

    ἀλλὰ γὰρ εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ’ ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει, καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι, τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν;

    ὅτι μὲν οὑν ἐξ ἀνθρωπίνων στοχασμῶν καὶ πολλῆς λογομαχίας καὶ πλάνης, ἀλλ’ οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως, ἡ παρὰ τοῖς Ἕλλησιν. ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἂν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις