Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Καὶ οὔτε ἑαυτοὺς οὔτε τὰ περὶ ἑαυτοὺς ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελογίξετο, ἐφρόνησεν ἂν ἅπερ συνῃσθημένος ἑαυτοῦ, καὶ εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ “ αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με· ” καὶ προσεπεξειργάσατο ἂν ὡς τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον “ ἢ ὥσπερ γάλα με ἤμελξας, ἐτύρευσας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας ; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ’ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.

πόσας γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ καὶ ποταπὰς ἐξ ἑαυτοῦ προέχεεν, ὅτ’ ἀπεσπέρμαινεν Ἐπίκουρον; καὶ πῶς εἰς τὴν μητρῴαν αὐτοῦ καταβληθεῖσαι γαστέρα συνεπάγησαν, ἐσχηματίσθησαν, ἐμορφώθησαν, ἐκινήθγσαν, ηὐξύνθησαν ; καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς τὰς Ἐπικούρου ἀτόμους προσκαλεσαμένη τὰς μὲν ἐπημφίεσεν αὐτῶν δέρμα καὶ σάρκα γενομένας, ταῖς δὲ ὀστωθείσαις ἠνώρθωται, ταῖς δὲ συνεδέθη νευρορραφουμένη;

τά τε ἄλλα πολλὰ μέλη καὶ σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν, τὰ δὲ θύραθεν ἐφήρμοσε, δι’ ὧν ἐζῳογονήθη τὸ

v.2.p.329
σῶμα; ὧν οὐδὲν ἀργὸν οὐδὲ ἀχρεῖον προσετέθη, ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες μήτε ὄνυχες, πάντα δὲ, τὰ μὲν πρὸς τὸ τῆς συστάσεως ὄφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντελεῖ.

οὐ γὰρ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ πρόνοια. ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ. τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε, καὶ τοῖς μέ- λεσι πᾶσι τήν τε πρὸς ἄλληλα κοινωνίαν περιέβαλε καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν.

ὧν τὰ μὲν ὁλοσχερῆ καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας ἣν ἔχει δύναμιν πρόδηλα· κεφαλῆς ἡγεμονία, καὶ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοαὶ, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνωμένη, καὶ ἡ ἁφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον.

(κεφαλαιωδῶς γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου προνοίας ἔργων ἐπιδραμούμεθα, μετ’ ὀλίγον ἀκριβέστερον τοῦ θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα κοῦντα λογιώτερον ἀποτεινώμεθα.)

χειρῶν διακονία, δι’ ὧν ἐργασίαι τε παντοῖαι καὶ πολυμήχανοι τελοῦνται τέχναι ταῖς κατὰ μέρος δυνάμεσιν εἰς μίαν συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι, καὶ κατοχαὶ δακτύλων, ἀγκώνων τε καμπαὶ, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἔνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι’ ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, περάσιμοι οἱ ποταμοὶ, καὶ πάντων πρὸς πάντα ἐπιμιξία· γαστὴρ ταμιεῖον τροφῶν, πᾶσι τοῖς συντε—

v.2.p.330
ταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέμουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τὰ ἄλλα δι’ ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν.

οἶ μὲν γὰρ εἰς ἢν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην περὶ πάντων καὶ τὴν εἰς ἑαυτοὺς εὐεργετικωτάτην ἀναφέρουσιν οἰκονομίαν) κρείττονος καὶ θείας ὄντως φρονήσεως τε καὶ δυνάμεως ἔργον αὐτὴν εἶναι πιστούμενοι, οἶ δὲ συντυχίᾳ καὶ συμπτώσει τῶν ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν ἀνατιθέασι.

τὴν δὲ ἐνεργεστέραν ἔτι τούτων ἐπίσκεψιν καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες ἐξεθείασαν τὴν φύσιν, ἡμεῖς δὲ ὕστερον ὡς ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν.

καθόλου δὲ καὶ συλλήβδην ὅλον τοῦτο τὸ σκῆνος τίς τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλὸν, ὄρθιον, εὔρυθμον, εὐαίσθητον, εὐκίνητον, εὐεργὸν, παντουργόν; ἡ τῶν ἀτόμων ἄλογος, φασὶ, πληθύς. ἀλλ’ οὐδ’ ἂν εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν, οὐδ’ ἀνδριάντα λίθινον ξέσαιεν, οὐδ’ ἂν εἴδωλον ἀργυροῦν ἢ χρυσοῦν χωνεύσασαι προαγάγοιεν·

ἀλλὰ τέχναι καὶ χειρουργίαι τούτων ὑπ’ ἀνθρώπων εὕρηνται σωματουργοί. ὧν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρω- τότυπα τούτων αὐτομάτως συμβέβηκε ;

ψυχὴ δὲ καὶ νοῦς καὶ λόγος πόθεν ἐγγέγονε τῷ φιλοσόφῳ; ἢ παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων ἀτόμων ταῦτ’ ἠρανίσατο, κἀκείνων αὐτῷ τι ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσεν;

καὶ ὥσπερ ὁ Ἠσιόδου μῦθος τὴν Πανδώραν φησὶν ὑπὸ τῶν

v.2.p.331
θεῶν, οὕτως ἡ σοφία τἀνδρὸς ὑπὸ τῶν ἀτόμων συνετελέσθη; καὶ ποίησιν δὲ πᾶσαν, καὶ πᾶσαν μουσικὴν, ἀστρονομίαν τε καὶ γεωμετρίαν, καὶ τὰς ἄλλας ἐπιστήμας, οὐκέτι θεῶν εὑρήματα καὶ παιδεύματα φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἔμπειροι καὶ σοφαὶ πάντων αἱ ἄτομοι μοῦσαι.

ἡ γὰρ ἐκ τῶν ἀτόμων Ἐπικούρου θεογονία τῶν μὲν ἀπείρων κόσμων ἐξόριός ἐστιν, εἰς δὲ τὴν ἄπειρον ἀκοσμίαν πεφυγάδευται.”