Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἑξῆς δ’ ἂν εἶεν οἱ λέγοντες μόνα τὰ καταληπτά· τοῦτο δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινος, οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη· καιόμενοι γὰρ ἔλεγον ἢ τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν.

τοὺς δὴ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἂν εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοὶ, διότι πάσχουσί καὶ αἰσθάνονται. μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν ἂν ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ “ἐγὼκαίομαι” λόγος ἦν καὶ οὐ πάθος.

ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι τό τε πάθος αὐτὸ καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. ὁ τοίνυν ἀντιλαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἂν καὶ τοῦ πάσχοντος. οὐ γὰρ δὴ ὅτι μὲν εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι, καὶ Ἀθήνησιν ἢ ἐν Αἰγύπτῳ, καὶ ζῶν ἢ τεθνεὼς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος.

οὐκ- οὐν εἴσεται καὶ ὑφ’ ὅτου πάσχει· καὶ γὰρ ἀλλήλους γνωρίζουσι καὶ ὁδοὺς καὶ πόλεις καὶ τὴν τροφήν· οἴ τ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι, καὶ οἶ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα, καὶ τῶν θηρίων οἶ κύνες εὑρίσκουσι τοὺς στίβους.

ἔτι γε μὴν ὁ πάσχων τι πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. πόθεν οὖν ἔξει λέγειν ὅτι τοῦτο μέν ἐστιν ἡδονὴ, τοῦτο δὲ πόνος; ἢ ὅτι γευόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς δ’ ὠσὶν ἀκούων; ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρὴ, τοδὶ δὲ φεύγειν; εἰ δὲ μηδὲν τούτων γνοῖεν,

v.2.p.311
οὐχ ἕξουσιν ὁρμὴν οὐδ’ ὄρεξιν οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν ὅτι ταῦτα μὲν b αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε πῶς καὶ τίνα τρόπον. οὗτοι γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν, οὐδ’ εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται.

πρὸς δὴ τοὺς τοιούτους τίς ἂν εἴη λόγος; θαυμάσαι μέντοι τις ἂν εἰ ἀγνοοῦσι πότερον ἐπὶ τῆς γῆς εἰσιν ἢ ἐν τῷ οὐρανῷ· πολλῷ δὲ θαυμασιώτερον εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ τὰ τρία, καὶ τὸ ἕν καὶ τὰ δύο πόσα ἐστίν. οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε δύνανται εἰπεῖν, οὐδὲ πότερον ἕκαστος αὐτῶν εἰς ἐστιν ἢ πλείους.

ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδεῖεν ἂν, οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν ἢ δακρύσαιεν ἕξουσιν εἰπεῖν ὅτι τόδε μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς συνίασιν. οὐδὲν οὖν οἴ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ πάρα φύσιν.”

Πρὸς δὴ τοὺς οὕτω διακειμένους εἰ καὶ μυρία λέγειν ἔνεστιν, ἀλλ’ ἀρκεῖ γε καὶ ταῦτα. ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας, καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους, ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην.

τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι, ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὂν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν,

v.2.p.312
οὐδ᾿ αὐτὸ τοῦτο πότερον οἴδαμεν, ἢ οὐκ οἴδαμεν.᾿ ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύρρωνι. προβὰς δέ φησιν ὅτι πάντα ἐστὶν, ὃ ἄν τις νοήσαι.

τὸν δὲ Πρωταγόραν λόγος ἔχει κεκλῆσθαι ἄθεον. γράφων γέ τοι καὶ αὐτὸς περὶ θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο ‘περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ᾿ ὡς εἰσὶν οὔθ᾿ ὁποῖοί τινες ἰδέαν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι.᾿ τοῦτον Ἀθηναῖοι φυγῇ ζημιώσαντες τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν. ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρήσεις θεασώμεθα.”