Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δὲ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς ἰάμβοις. καὶ Εὐριπίδης ὁ τραγῳδοποιὸς ἄποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης, καὶ συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ. ”

Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως

“Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ’ ἀρχὰς τὰ σώματα, νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων’ οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· διὸ, φησὶν, ὁ θεὸς ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά.”

Οἷς ἐπιλέγει

“Ἁμαρτάνουσιν δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων, καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὄν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων. κακοδαίμων δ’ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ [*](1 Πλούταρχος —] De plac. philos. p. 880.)

v.2.p.296
κόσμου κατασκευήν.

καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν, ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν ἀκίνητα τὰ σώματα, ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο, ἢ ἐγρηγόρει, ἢ οὐδέτερον τούτων. ἢ οὔτε τὸ πρῶτον ἔστι δέξασθαι· πᾶς γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεὸς, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν. ἀλλά γε ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ τοῦ θεοῦ ἐγγὺς ὕπνου κεχώρισται.

εἰ δὲ ἦν ὁ θεὸς ἐγρηγορὼς, ἤτοι ἐνέλιπεν εἰς εὐδαιμονίαν, ἢ πεπλήρωτο ἐν μακαριότητι. καὶ οὔτε κατὰ τὸ πρῶτόν ἐστι μακάριος ὁ θεός· τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον· μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δὲ, εἴπερ ὁ θεός ἐστι καὶ τῇ τούτου φροντίδι τὰ κατὰ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ, τὸ δὲ ἀστεῖον τὸ ἐναντίον πάσχει; Ἀγαμέμνων τε γὰρ

  • ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής,
  • ὑπὸ μοιχοῦ καὶ μοιχαλίδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθαρὰς, ὑπὸ Δηϊανείρας φαρμακευθεὶς ἐδολοφονήθη.”

    “Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν.

    Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς.

    Δημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν τοῦ κόσμου ψυχήν.

    Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεόν· καὶ τὸ ἀγαθὸν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς τὴν δ’ ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ

    v.2.p.297
    κακὸν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, [ἐστὶ καὶ ὁρατὸς ὁ κόσμος.]”

    Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε

    “ Σωκράτης καὶ Πλάτων ἕν τὸ μονοφυὲς καὶ αὐτοφυὲς, τὸ μοναδικὸν, τὸ ὄντως ὄν ἀγαθόν. πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ᾿ ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.

    Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστὸν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντὸς , ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ᾿ αὐτοῦ καλούμενον· διῃρημένου δὲ τούτου κατὰ σφαίρας τῇ μὲν φύσει συναφεῖς, τῷ λόγῳ δὲ κεχωρισμένας , ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον , κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος, αἴτιος τῆς κινήσεως κατ᾿ ἐνέργειαν.

    Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικὸν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος πάντας τοὺς σπερματικοὺς λόγους, καθ᾿ οὓς ἕκαστα καθ᾿ εἱμαρμένην γίνεται. καὶ πνεῦμα μὲν διῆκον δι᾿ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι᾿ ὅλης τῆς ὕλης, δι᾿ ἧς κεχώρηκε. θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ᾿ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.

    Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν [πάντας] τοὺς θεοὺς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ᾿ αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα, τὸ κενὸν, τὸ ἄπειρον , τὰς ὁμοιότητας , αὗται δὲ λέγονται ὁμοιομέρειαι, καὶ τὰ στοιχεῖα.”

    v.2.p.298

    Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων καὶ αἱ περὶ θεοῦ διαστάσεις τε καὶ δυσφημίαι, ὧν πρώτους ὁ λόγος συνίστησι τοὺς ἀμφὶ τὸν Πυθαγόραν τε καὶ Ἀναξαγόραν Πλάτωνά τε καὶ Σωκράτην νοῦν καὶ θεὸν ἐπιστῆσαι τῷ κόσμῳ. οὗτοι δὴ κομιδῇ παῖδες τοῖς χρόνοις ἀποδείκνυνται καθ’ οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων ἀρχαιολογίας·.

    οὐκ ἦν ἄρα παλαιτάτη παρὰ πᾶσιν Ἕλλησι καὶ τοῖς πρόπαλαι τὴν πολύθεον δεισιδαιμονίαν παρά τε Φοίνιξι καὶ Αἰγυπτίοις εἰσηγησαμένοις μένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων ληνῶν Ἀναξαγόρας καὶ οἱ ἀμφ’ αὐτὸν ἐξήνεγκαν. καὶ μὴν τὰ τῆς πολυθέου δεισιδαιμονίας πάντων ἐθνῶν ἐκράτει· ἀλλ’ ἦν, ὡς ἔοικεν, οὐ τὴν ἀληθῆ περιέχοντα θεολογίαν, ἀλλ’ ἣν Αἰγύπτιοι καὶ Φοίνικες πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν.

    αὕτη δὲ ἣν θεοὺς μὲν οὐδαμῶς, οὐδέ τινας θείας δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος. φέρ’ οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθήσεις, οἱ δ’ αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἶ περὶ τὸν Ξενοφάνην τὸν Κολοφώνιον καὶ Παρ- μενίδην Ἐλεάτην, οἱ δὴ τὰς αἰσθήσεις ἀνῄρουν, μηδὲν εἶναι φάσκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα.