Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Θαλῆς ὁ Μιλήσιος, εἶς τῶν ἑπτὰ σοφῶν, ἀρχὴν τῶν ὄντων ἀπεφήνατο εἶναι τὸ ὕδωρ. δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας, καὶ ἀπ’ αὐτοῦ τοῦ ἡ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο πλεῖσται διαδοχαί. φιλοσοφήσας δὲ ἐν Αἰγύπτῳ πρεσβύτερος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. στοχάζεται δὲ ἐκ τούτου πρῶτον ὅτι πάντων ζῴων ἡ γονὴ ἀρχή ἐστι, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεταί τε καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. τρίτον δὲ, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται, καὶ αὐτὸς ὁ κόσμος. διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος,

  • Ὠκεανὸν, ὅσπερ γένεσις πάντεσσι τέτυκται.
  • ταῦτα μὲν ὁ Θαλῆς.”

    “Ἀναξίμανδρος δὲ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνεται. λέγει δ’ οὖν, διότι τὸ ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ καὶ ἡ γένεσις ἡ ὑφιστα- [*](2 Πλούταρχος] De placit. philos. p. 875.)

    v.2.p.289
    μένη. ἁμαρτάνει δὲ καὶ οὗτος μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν, ἢ ὕδωρ, ἢ γῆ, 7 ἢ ἄλλα τινὰ σώματα· ἁμαρτάνει οὗν τὴν μὲν ὕλην ἀποφαινόμενος, τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν. τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἐὰν μὴ τὸ ποιοῦν ὑπόθηται.”

    “Ἀναξιμένης δὲ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων τὸν ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἶον ἡ ψυχὴ, φησὶν, ἡ ἡμετέρα ἀήρ ἐστι· συγκρατεῖ γὰρ ἡμᾶς· καὶ ὅλον δὲ τὸν κόσμον πνεῦμα καὶ ἀὴρ ἐμπεριέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα. ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ τιθέναι. οἷον, οὐκ ἄργυρος ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τοῦτ’ ἔστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ ξύλων καὶ τῆς ἄλλης ὕλης.”

    “Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν πάντων τὸ πῦρ. ἐκ τοῦ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γῆ γίγνεται· ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα, τέλος δὲ καθότι εἰς τοῦτο ἀναλύεται τὰ πάντα.”

    [*](20 Ἡράκλειτος —] Plutarchus ibid. p. 877.)
    v.2.p.290

    ” Δημόκριτος, ᾧ μετὰ πλεῖστον Ἐπίκουρος ἠκο- λούθησεν, ἀρχὰς τῶν ὄντων σώματα ἄτομα, λόγῳ δὲ θεωρητὰ, ἀμέτοχα κενοῦ, ἀγέννητα, ἀΐδια, ἄφθαρτα, οὐδὲ θραυσθῆναι δυνάμενα, οὔτε διαπλασμὸν ἐκ τῶν μερῶν λαβεῖν, οὔτε ἀλλοιωθῆναι, εἶναι δ᾿ αὐτὰ λόγῳ θεωρητὰ, ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχήματα, μέγεθος, βάρος, ἀλλ᾿ ὁ μὲν Δημόκριτος ἔλεγε δύο, μέγεθος καὶ σχῆμα· ὁ δὲ Ἐπἐκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν. ἀνάγκη γὰρ, φησὶ, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων περιληπτὰ , οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτε ἀγκιστροειδεῖς , μήτε τριαινοειδεῖς , μήτε κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα, αἶ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχή- ματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη , ἀλλ᾿ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ ’ ὥστε ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει , ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δέ ἐστιν ἄτομος σαφές· καὶ γάρ ἐστι στοιχεῖα καὶ ζῷα κενὰ καὶ ἡ μονάς.”

    “ Ἐμπεδοκλῆς Μέτωνος, Ἀκραγαντῖνος, τέτταρα μὲν στοιχεῖα , πῦρ , ἀέρα , ὕδωρ , γῆν , δύο δὲ ἀρχὰς καὶ δυνάμεις, φιλίαν τε καὶ νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτικὴ, τὸ δὲ διαιρετικόν. φησὶ δὲ οὕτως

  • τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς ἀργὴς ,‘Πρη τε φερέσβιος, ἠδ᾿ Ἀϊδωνεύς,
  • Νῆστίς θ᾿, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον.
  • Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥραν δὲ φερέσβιον τὸν ἀέρα· τὴν γῆν τὸν Ἀϊδωνέα· Nῆ-
    v.2.p.291
    ’στιν δὲ καὶ κρούνωμα βρότειον, οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ.”

    Τοσαύτη μὲν ἡ τῶν πρώτων φυσικῶν φιλοσόφων διαφωνία, τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν δόξα, οὐ θεὸν, οὐ ποιητὴν, οὐ δημιουργὸν, οὐδέ τι τῶν ὅλων αἴτιον, οὐδὲ μὴν θεοὺς, οὐδ’ ἀσωμάτους δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας, οὐδ’ ὅλως τι τῶν ἐκτὸς αἰσθήσεων ἐν ταῖς ἀρχαῖς ὑποθεμένων.

    μόνος δ’ οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις νοῦν τὸν πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλόβοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι’ αὐτὴν εἴασε, τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφήνατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου.

    “ἦν γὰρ ἐν ἀρχῇ φησὶν) ὁμοῦ τὰ πράγματα πεφυρμένα, νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε.” θαυμάσαι δ’ ἔστιν ὡς οὗτος πρῶτος παρ’ Ἕλλησι τοῦτον θεολογήσας τὸν τρόπον, δόξας Ἀθηναίοις ἄθεος εἶναι, ὅτι μὴ τὸν ἥλιον ἐθεολόγει, τὸν δὲ ἡλίου ποιητὴν, μικροῦ δεῖν καταλευσθεὶς ἔθανε.

    λέγεται δὲ μηδὲ οὗτος σῶον φυλάξαι τὸ δόγμα. ἐπιστῆσαι μὲν γὰρ νοῦν τοῖς πᾶσι, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. ἐπάκουσον δ’ οὖν οἶα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις