Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

μετὰ γοῦν τὴν τοῦ χρησμοῦ παράθεσιν ἐξῆς τούτοις κέχρηται τοῖς ἐπιλόγοις

“ Ἀκήκοας πόσος πόσος πόνος, ἵν’ ὑπὲρ σώματός τις τὰ καθάρσια θύσῃ, οὐχ ὅτι τῆς ψυχῆς τὴν σωτηρίαν ἐξεύρῃ; χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαρ·οι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις.”

Ταῦτα ὁ φιλόσοφος, μᾶλλον δὲ ὁ αὐτοῦ· θεός. ἆρ’ οὖν ἄξιον μετὰ ταῦθ’ ἡμῖν ἐπιμέμψασθαι, ὅτι δὴ τοὺς πεπλανημένους Ἕλληνας καταλείψαντες τὰ Εβραίων εἱλόμεθα, τῶν ἑέ ἀληθείας καταλήψει μεμαρτυρημένων;

τί δὲ χρὴ παρὰ φιλοσόφων μαθήσεσθαι προσδοκᾶν; ἢ ποία ἐλπὶς τῆς ἐξ αὐτῶν ὠφελείας, εἰ δὴ τὰ λεγόμενα παρ’ αὐτοῖς ἐκ στοχασμῶν

v.2.p.282
καὶ εἰκασμῶν τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως τυγχάνει; λογομαχίας δὲ τίς ὁ καρπὸς, εἰ δὴ πάντες οἱ τῶν φιλοσόφων λόγοι εὐανάτρεπτοι καθεστήκασι διὰ τὴν ἐν πᾶσιν εὑρεσιλογίαν; ταῦτα γὰρ οὐ ἡμῶν ἀρτίως, ἀλλὰ παρ’ αὐτῶν εἰρημένα ἠκούετο.

διόπερ εὖ μοι δοκοῦμεν καὶ μετὰ κρίσεως ἑξητασμένης, οὐχὶ δ’ ἀλόγως, ὡς ἂν τοιούτων καταπεφρονηκέναι, τὰ δὲ παρ’ Ἑβραίοις ἠγαπηκέναι, οὐχ ὅτι πρὸς τοῦ δαίμονος μεμαρτύρηται, ἀλλ’ ὅτι τῆς ἐνθέου ἀρετῆς τε καὶ δυνάμεως μέτοχα ὄντα ἀποδείκνυται.

ἔνα δ’ οὖν καὶ αὐτοῖς ἔργοις τἀς τῶν θαυμαστῶν φιλοσόφων λογομαχίας μάθοις, τάς τε περὶ ἀρχῶν καὶ περὶ θεῶν καὶ τῆς τοῦ παντὸς συστάσεως διαφωνίας μικρὸν μὲν ὕστερον ἐκθήσομαί σοι τὰς αὐτῶν φωνάς.

πρῶτον δ’ ἐπειδὴ περιφέρουσιν ἄνω καὶ κάτω θρυλοῦντες τὰ μαθήματα, δεῖν ἐξ ἅπαντος φάσκοντες τοὺς μέλλοντας ἐν πείρᾳ τῆς τοῦ ἀληθοῦς καταλήψεως γίνεσθαι μετελθεῖν ἀστρονομίαν, ἀριθμητικὴν, γεωμετρίαν, μουσικὴν, αὐτὰ δὴ τὰ παρὰ βαρβάρων εἰς αὐτοὺς ἥκειν ἀποδειχθέντα· τούτων γὰρ ἄνευ μὴ δύνασθαι λόγιον ἄνδρα καὶ φιλόσοφον ἀποτελεσθῆναι, ἀλλ’ οὐδὲ τῆς τῶν ὄντων ἀληθείας ψαῦσαι, μὴ τούτων ἐν ψυχῇ τῆς γνώσεως προτυπωθείσης·) εἶτ’ ἐπανατεινάμενοι τῇ μαθήσει τῶν εἰρημένων ἐπ’ αὐτοῦ μονονουχὶ τοῦ αἰθέρος βαίνειν μετέωροι ἀρθέντες οἴονται, ὡς δὴ τὸν θεὸν αὐτὸν ἐν τοῖς ἀριθμοῖς περιφέροντες, ἡμᾶς τε, ὅτι μὴ τὰ ὅμοια ζηλοῦμεν, βοσκημάτων κατ’ οὐδὲν διαφέρειν ἡγοῦνται, ταύτῃ δέ φασι μηδὲ θεὸν, μηδέ τι τῶν σεμνῶν ἡμὰς δύνασθαι εἰδέναι· φέρε τοῦτο πρῶτον οὐκ ὀρθῶς ἔχον ἀπευθύνωμεν, τὸν ἀληθῆ λόγον ἀντὶ φωτὸς αὐτοῖς παραβάλλοντες.

ὁ δὲ μυρίους μὲν

v.2.p.283
Ἕλληνας, μυρία δὲ καὶ βαρβάρων γένη, τοὺς μὲν σὺν τοῖς εἰρημένοις μαθήμασιν οὔτε θεὸν οὔτε σώφρονα βίον οὔθ᾿ ὅλως τι τῶν βελτίστων καὶ συμφερόντων ἐπιγνόντας ἀποδείξει , τοὺς δὲ τῶν μαθημάτων ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σωκράτης ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε μάθοις ἂν Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη ἱστοροῦντι