Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις συγγενῶν φιλοσοφημάτων, περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δὲ ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως.”

Καὶ ὑποβὰς ἑξῆς ἐπιφέρει λέγων

“.Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλὴ, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνηται ἡ πρὸς τὸ κρεῖττον συνουσία, εἰ παρεῖται τὸ μέρος τοῦτο εἰς ἐξέτασιν, μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται.”

Ἀλλὰ καὶ ἐν οἶς ἀντέγραψε Βοηθῷ περὶ ψυχῆς ὁ αὐτὸς ὧδε γράφων ὁμολογεῖ πρὸς λέξιν

v.2.p.281

Ως τὰ μὲν τῶν ἐννοιῶν καὶ τὰ τῆς ἱστορίας ἀναμφιλέκτως συνίστησι τὴν ψυχὴν εἶναι ἀθάνατον· οἶ δὲ εἰς ἀπόδειξιν παρὰ τῶν φιλοσόφων κομισθέντες λόγοι δοκοῦσιν εἶναι εὐανάτρεπτοι, διὰ τὴν ἐν πᾶσιν εὺρεσιλογίαν τῶν ἐριστικῶν. τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος τοῖς ἑτεροδόξοις, ὅπου καὶ περὶ τῶν δοκούντων ἐναργῶν ἐπέχειν αὐτῶν τισιν ἐδόκει;”

Καὶ ἐν οἷς δὲ ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας” διαρρήδην ὁμολογεῖ τοὺς Ἕλληνας πεπλανῆσθαι, ἐπιμαρτυρόμενος τὸν ἑαυτοῦ θεὸν, ὡς τοῦτο καὶ τοῦ Ἀπόλλωνος διὰ χρησμῶν ἐξειπόντος, καὶ βαρβάροις μᾶλλον ἢ Ἕλλησι τὴν εὕρεσιν τῆς ἀληθείας ἐπιμαρτυρήσαντος, καὶ δὴ καὶ Ἑβραίων μνημονεύσαντος ἐν τοῖς μαρτυρηθεῖσι.

μετὰ γοῦν τὴν τοῦ χρησμοῦ παράθεσιν ἐξῆς τούτοις κέχρηται τοῖς ἐπιλόγοις

“ Ἀκήκοας πόσος πόσος πόνος, ἵν’ ὑπὲρ σώματός τις τὰ καθάρσια θύσῃ, οὐχ ὅτι τῆς ψυχῆς τὴν σωτηρίαν ἐξεύρῃ; χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαρ·οι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι) Λυδοῖς τε καὶ Ἑβραίοις.”

Ταῦτα ὁ φιλόσοφος, μᾶλλον δὲ ὁ αὐτοῦ· θεός. ἆρ’ οὖν ἄξιον μετὰ ταῦθ’ ἡμῖν ἐπιμέμψασθαι, ὅτι δὴ τοὺς πεπλανημένους Ἕλληνας καταλείψαντες τὰ Εβραίων εἱλόμεθα, τῶν ἑέ ἀληθείας καταλήψει μεμαρτυρημένων;

τί δὲ χρὴ παρὰ φιλοσόφων μαθήσεσθαι προσδοκᾶν; ἢ ποία ἐλπὶς τῆς ἐξ αὐτῶν ὠφελείας, εἰ δὴ τὰ λεγόμενα παρ’ αὐτοῖς ἐκ στοχασμῶν

v.2.p.282
καὶ εἰκασμῶν τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως τυγχάνει; λογομαχίας δὲ τίς ὁ καρπὸς, εἰ δὴ πάντες οἱ τῶν φιλοσόφων λόγοι εὐανάτρεπτοι καθεστήκασι διὰ τὴν ἐν πᾶσιν εὑρεσιλογίαν; ταῦτα γὰρ οὐ ἡμῶν ἀρτίως, ἀλλὰ παρ’ αὐτῶν εἰρημένα ἠκούετο.

διόπερ εὖ μοι δοκοῦμεν καὶ μετὰ κρίσεως ἑξητασμένης, οὐχὶ δ’ ἀλόγως, ὡς ἂν τοιούτων καταπεφρονηκέναι, τὰ δὲ παρ’ Ἑβραίοις ἠγαπηκέναι, οὐχ ὅτι πρὸς τοῦ δαίμονος μεμαρτύρηται, ἀλλ’ ὅτι τῆς ἐνθέου ἀρετῆς τε καὶ δυνάμεως μέτοχα ὄντα ἀποδείκνυται.

ἔνα δ’ οὖν καὶ αὐτοῖς ἔργοις τἀς τῶν θαυμαστῶν φιλοσόφων λογομαχίας μάθοις, τάς τε περὶ ἀρχῶν καὶ περὶ θεῶν καὶ τῆς τοῦ παντὸς συστάσεως διαφωνίας μικρὸν μὲν ὕστερον ἐκθήσομαί σοι τὰς αὐτῶν φωνάς.

πρῶτον δ’ ἐπειδὴ περιφέρουσιν ἄνω καὶ κάτω θρυλοῦντες τὰ μαθήματα, δεῖν ἐξ ἅπαντος φάσκοντες τοὺς μέλλοντας ἐν πείρᾳ τῆς τοῦ ἀληθοῦς καταλήψεως γίνεσθαι μετελθεῖν ἀστρονομίαν, ἀριθμητικὴν, γεωμετρίαν, μουσικὴν, αὐτὰ δὴ τὰ παρὰ βαρβάρων εἰς αὐτοὺς ἥκειν ἀποδειχθέντα· τούτων γὰρ ἄνευ μὴ δύνασθαι λόγιον ἄνδρα καὶ φιλόσοφον ἀποτελεσθῆναι, ἀλλ’ οὐδὲ τῆς τῶν ὄντων ἀληθείας ψαῦσαι, μὴ τούτων ἐν ψυχῇ τῆς γνώσεως προτυπωθείσης·) εἶτ’ ἐπανατεινάμενοι τῇ μαθήσει τῶν εἰρημένων ἐπ’ αὐτοῦ μονονουχὶ τοῦ αἰθέρος βαίνειν μετέωροι ἀρθέντες οἴονται, ὡς δὴ τὸν θεὸν αὐτὸν ἐν τοῖς ἀριθμοῖς περιφέροντες, ἡμᾶς τε, ὅτι μὴ τὰ ὅμοια ζηλοῦμεν, βοσκημάτων κατ’ οὐδὲν διαφέρειν ἡγοῦνται, ταύτῃ δέ φασι μηδὲ θεὸν, μηδέ τι τῶν σεμνῶν ἡμὰς δύνασθαι εἰδέναι· φέρε τοῦτο πρῶτον οὐκ ὀρθῶς ἔχον ἀπευθύνωμεν, τὸν ἀληθῆ λόγον ἀντὶ φωτὸς αὐτοῖς παραβάλλοντες.

ὁ δὲ μυρίους μὲν

v.2.p.283
Ἕλληνας, μυρία δὲ καὶ βαρβάρων γένη, τοὺς μὲν σὺν τοῖς εἰρημένοις μαθήμασιν οὔτε θεὸν οὔτε σώφρονα βίον οὔθ᾿ ὅλως τι τῶν βελτίστων καὶ συμφερόντων ἐπιγνόντας ἀποδείξει , τοὺς δὲ τῶν μαθημάτων ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σωκράτης ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε μάθοις ἂν Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη ἱστοροῦντι