Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὅσα μὲν εἰπεῖν τε καὶ ἀκοῦσαι ἦν ἀμφὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας τῆς τε τούτου πρὸς τὰ Ἑβραίων λόγια συμφωνίας, δι᾿ ἥν τὸν ἄνδρα καταπεπλήγμεθα, καὶ αὖ πάλιν τῆς πρὸς αὐτοὺς διαφω- νίας, δι᾿ ἣν οὐκ ἄν τις αὐτὸν εὖ φρονῶν ἀποδέξαιτο, διελθὼν ἐν τῷ πρὸ τούτου, μέτειμι νῦν ἐπὶ τὰς λοιπὰς αἱρέσεις τῶν παρ᾿ Ἕλλησιν ἐπὶ φιλοσοφίᾳ δια- βοηθέντων.

καὶ τούτων αὖ πάλιν τὸν ἐκ τῆς ἀληθείας ὄλισθον οὐκ αὐτὸς οὐδὲ παρ᾿ ἐμαυτοῦ, διὰ δὲ τῆς αὐτῶν πάλιν τῶν Ἑλληνικῶν φωνῶν μαρτυ-

v.2.p.254
ρίας, σκοπεῖν τοῖς ἐντυγχάνουσι πρὸ ὀφθαλμῶν θήσω· οὐ μὲν δή τισι τῶν ἀνδρῶν ἀπεχθόμενος, ὧν γε καὶ μέγα θαῦμ’ ἔχειν ὁμολογῶ, ὅταν δὴ τοῖς ἄλλοις, οἷάπερ ἀνθρώποις, παραβάλλω τοὺς ἄνδρας·

ἐπὰν δὲ τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις, θεῷ τε τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ’ οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν αὐτὴν πρὸ θνητῶν λογισμῶν τε καὶ στοχασμῶν τιμώμεθα.

τοῦτο δέ μοι πᾶν ὁ τῆς παρούσης Προπαρασκευῆς δείξειν πεφιλοτίμηται λόγος, εἰς ἀπόκρισιν ὁμοῦ καὶ ἀπολογίαν τῶν δὴ πευσομένων, τί δὴ ἄρα καλὸν ἢ σεμνὸν ἰδόντες ἐν τοῖς βαρβάρων γράμμασι τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων λέγω, προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ γὰρ ἤδη δι’ ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω.