Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασια ἡ κατὰ Πλάτωνα φιλοσοφία κατὰ πλεῖστα Μωσέως καὶ τῶν παρ᾿ Ἑβραίοις ἱερῶν λόγων ἑρμηνείαν ὥσπερ ἐπὶ τὴν Ἑλλάδα φωνὴν περιέχουσα, ἔρχομαι νῦν ὁμοῦ καὶ τὰ λείποντα προσαποδοῦναι τῷ λόγῳ, καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν, ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσό-

v.2.p.163
μένος, εἰ δή τις ἡμῖν ἐπικαλῶν φαίη, τί δή ποτ’ οὖν, Μώσεως καὶ Πλάτωνος τὰ συνῳδὰ πεφιλοσοφηκότων, οὐχὶ τὰ Πλάτωνος, ἀλλὰ τὰ Μώσεως μέτιμεν, τοὔμπαλιν δέον, ὅτι δὴ πρὸς τοῖς ἴσοις δόγμασι προσήκων ἡμίν γένοιτ’ ἂν Ἕλλησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντήσαι πρὸς τοῦτο αἰδοῖ τῇ πρὸς τὸν φιλόσοφον , τοῦτον μὲν εἰς ὕστερόν ἀνατίθεμαι τὸν λόγον , τὰ δέ γε πρῶτά μοι λεχθέντα πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν ἐπήγετο δόξαν ὁ Πλάτων’ περὶ τῶν Ἑλληνικῶν θεολόγων τε καὶ ποιητῶν, ὅπως τε πάσας τὰς πατρίους περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς ἀτοπίαν διήλεγχεν.

Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ’ ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν , ἐκγόνοις μὲν θεῶν οὐσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον.

οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα [καὶ ὅσοι μετὰ τούτων,] ἐκ δὲ Κρόνου Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν , ἔτι τε τούτων ἄλλους ἐκγόνους.”

Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος , πρῶτα μὲν διὰ τοῦ [*](14 Περὶ δὲ — ] Plato Tim. p. 40.)

v.2.p.164
φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν.

διαβάλλει δ’ ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν δι’ ὧν ἐπάγει φάσκων ‘καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι” δι’ ὧν τε προστίθησι τὸ “ ὡς ἔφασαν.” παίζειν δ’ ἔοικε λέγων “ σαφῶς γἐπου τοὺς ἑαυτῶν προγόνους εἰδόσι·” καὶ τὸ “ ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν. καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν , ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν αὐτοῖς.

ὅτι δὲ ταῦτ’ ἐνόει ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει , κόπτων ἐν ἐπινομίδι τούτοις τοῖς ῥήμασιν

“ Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικεν , πρῶτόν μοι κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λόγον.”

Ὅτι δ’ εὐλόγως τὴν τῶν πρώτων θεολογίαν παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας, ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν γε ἐκ παλαιοῦ παραδεδομένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν, ὧδε ῥήμασιν αὐτοῖς φάσκων

“Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγὼ, μύθοις] ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγε, ἴφη· ἀλλ’ οὐκ ἐννοῶ [*](1 Θεογονίαν — ] Plato Epinom. p. 980 c.) [*](1 ’Ev τοῖς μείζοσιν — ] Plato Rep. p. 377.)

v.2.p.165
οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἶ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι.

Ποίους δὴ, ἦ δ’ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο ; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἶοί εἰσιν , ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα ;

Πρῶτον μὲν δὴ, ἦν δ’ ἐγὼ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ] εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος , ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ’ ἂν εἰ ἦν ἀληθῆ , ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους , θυσαμένους οὐ χοῖρον , ἀλλά τι μέγα καὶ ἄπορον θῦμα , ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι.

Καὶ γὰρ, r] δ’ ὃς, οὑτοί τοί γε οἶ λόγοι χαλεποί Καὶ οὐ λεκτέοι γε, ἔφην, ὧ Ἀδείμαντε , ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ , ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ’ ὃς, οὐδεαὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.

Οὐδέ γε, ἦν δ’ ἐγὼ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται · οὔτε γὰρ ἀληθῆ · εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομί-

v.2.p.166
ζεῖν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.