Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς ο’κ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ως ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὐτε ἐκείνους τοὺς λόγους αἰσχύνῃ οὐτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπι- [*](27 Σὺ δὲ τότε —] Plato Criton. p. 52. 53.)

v.2.p.183
χειρῶν ἡμᾶς διαφθεῖραι· πράττεις τε ὅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ ὁμολογίας καθ᾿ ἃς ἡμῖν συνέθου πολιτεύεσθαι.

πρῶτον μὲν οὖν ἡμῖν τοῦτ᾿ αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύεσθαι καθ᾿ ἡμᾶς ἔργῳ, ἀλλ᾿ οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ; τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν;

Ἀνάγκη, ὦ Σώκρατες.

Ἀλλὰ τί οὖν, ἂν φαῖεν, ἢ συνθήκας πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις, οὐχ ὑπὸ ἀνάγκης ὁμολογήσας , οὐδὲ ἀπατηθεὶς , οὐδὲ ἐν ὀλίγῳ χρόνῳ ἀναγκασθεὶς βουλεύσασθαι, ἀλλ᾿ ἐν ἔτεσιν ἑβδομήκοντα, ἐν οἷς ἐξῆν σοι ἀπιέναι, εἰ μὴ ἠρέσκομεν ἡμεῖς, μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι.

σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι , οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων, οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἶ χωλοί τε καὶ 20 τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι. οὕτω σοι διαφερόν- τως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δηλονότι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; νῦν δὲ δὴ οὐκ ἐμμένεις τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες.”