Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ, τινὶ δ’ οὔ; ἢ οὐδαμῶς τό γε ἀδικεῖν οὔτε καλὸν οὔτε ἀγαθὸν, ὡς πολλάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολο- [*](27 Οὐδενὶ τρόπω — ] Plato Criton. p. 49.)

v.2.p.181
γήθη; ὅπερ καὶ ἄρτι ἐλέγετο. ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκκεχυμέναι εἰσὶ, καὶ πάλαι, ὠ Κρίτων, ἆρα τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδῇ διαλεγόμενοι ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες; ἢ παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἐλέγετο ἡμῖν, εἴτε φασὶν οἶ πολλοὶ εἴτε μὴ, καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν εἴτε καὶ πραότερα, ὅμως τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπῳ ; φαμὲν ἢ οὔ;

Φαμέν.

Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν.

Οὐ δῆτα.

Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἶ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν;

Οὐ φαίνεται.

Τί δὲ δή; κακουργεῖν δεῖ, ὠ Κρίτων, ἢ οὔ;

Οὐ δεῖ δήπου, ὠ Σώκρατες.

Τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον, ἢ οὐ δίκαιον ;

Ούδαμῶς.

Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει.

Καλῶς λέγεις.

Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων , οὐδ’ ἂν ὁτιοῦν πάσχῃ τις ὑπ’ αὐτῶν. ἀλλ’ ὅρα, ὠ Κρίτων, ταῦτα καθομολογῶν ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς. οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει. οἶς οὖν οὕτω δέδοκται καὶ οἶς μὴ, τούτοις οὐκ ἔστι κοινὴ βουλὴ, ἀλλ’ ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν, ὁρῶντας τὰ ἀλλήλων βουλεύματα. σκόπει δὴ οὖν καὶ σὺ εὖ

v.2.p.182
μάλα, πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε τοῦ κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς· ἤ ἀφίστασαι καὶ ου κοινωνεῖς τῆς ἀρχῆς ; ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δοκεῖ.

καὶ σοὶ δὲ εἴ πη ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε· εἰ δ’ ἐμμένεις τοῖς προσθεν, τὸν μετὰ τοῦτο ἄκουε.

Ἀλλ’ ἐμμένω τε καὶ συνδοκεὶ μοι· ἀλλὰ λέγε.

Λέγ δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δὲ ἐρωτῶ, πότερον ἅ ἄν τις ὁμολογήςῃ τῳ δίκαια ὄντα ποιητεον, ἤ ἐξαπατητέον;

Ποιητέον.”

Τούτοις παράθες τὸ “μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες,” καὶ τὸ “εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις τὸν ἥλιον αὑτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. ” καὶ ἔτι τὸ “λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν,” ἐν τοῖς παρ’ ἡμῖν ἱεροῖς φερόμενα γράμμασι. καὶ ὁ προφήτης δὲ παρ’ Ἑβραίοις φηςὶν “εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά.” καὶ πάλιν “μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.”