Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὅ τι δ’ ἂν ὁ θεὸς, φησὶν, ἀναιρῇ περί τῶν κτημάτων καὶ τοῦ κινήσαντος, τοῦθ’ ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύων δὲ κακίας· δοῦλος δὲ ἂν ᾖ, ὁ μηνύσας [*](26 Ὅτι δ’ ἂν —] Plato Leg. 11. p. 914.)

v.2.p.249
μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτ’ ἂν, ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν· μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω.”

Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας τι τῶν ἀπειρημένων, ἀλλ’ ὁ ἑτέρου πλημμελήσαντος μὴ καταμηνύσας. καὶ ἄλλως δὲ καθαρὸν ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε. λέγει δ’ οὖν

“ Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω τῷ κεκτημένῳ.”

Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο

“Ἂ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθὲν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέ τῳ πάσχειν, πασχέτω· δύο δ’ ἐξ ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸν αὑτοῦ θυμόν.”

Καὶ τούτῳ προστίθησιν ἐξῆς ἕτερον τοιόνδε νόμον

“Ὁ δὲ θυμῷ μὲν, μετ’ ἐπιβουλῆς δὲ κτείνας, τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπροσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς Χρόνον.”

Εἶθ’ ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ

“Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ.”

[*](9 Δοῦλον δὲ —] Plato Leg. 9. p. 868.)[*](14 Ἂ ἄρα —] Ibid. p. 867.)
v.2.p.250

Καὶ πάλιν ἑξῆς φησιν

‘Ἐὰν δὲ, ὃ γίγνεται μὲν, ὀλιγάκις δὲ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαίρεσθαι καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων ἀπαλλάττεσθαι γυναῖκά τε ἀπὸ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς, καὶ μήποτ’ ἔτι κοινῇ παιδοποιήσασθαι.”

Καὶ τούτοις ἐπιφέρει

“Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι’ ὀργὴν κτείνῃ τινὰ, ἢ γυνή τις ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι τοὺς αὐτοὺς καθαρμοὺς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὁ τοιοῦτό τι δράσας τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω, μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ.

καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν, ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς μηδέποτε γιγνέσθω, μηδὲ κοινωνὸς ἱερῶν. —

ἀδελφὸς δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης, ἤ τινι τοιούτῳ τρόπῳ, ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας ἔστω καθαρός. καὶ ἐὰν πολίτης πολίτην ὡσαύτως, ἢ ξένος ξένον. ἐὰν δὲ ἀστὸν ξένος, ἢ ξένον ἀστὸς ἀμυνόμενος κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι· καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας [*](2 Ἐὰν δὲ —] Ibid. p. 868. 869. 871.)

v.2.p.251
πατέρα τοῖς αὐτοῖς ἔνοχος ἔστω νόμοις. —

Ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἀγορὰν μήτε ἱερὰ μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάν τέ τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή. ὁ γὰρ νόμος ἀπαγορεύει . . . ὁ δὲ μὴ ἐπεξιὼν δέον ἢ μὴ προαγορεύων εἰργέσθω τῶν ἐντὸς ἀνεψιότητος—τὸ δὲ δεύτερον ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω.—Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν.”

Τοιοῦτοι μὲν οἶ τοῦ φιλοσόφου νόμοι. εἰ δὲ χρὴ καὶ τοὺς Μώσεως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον οἷα περὶ τῶν φονικόν διατάττεται “ἐὰν τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. εἰ δὲ οὐχ ἑκὼν, ἀλλ’ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν [*](10 Γυνὴ δὲ —] Ibid. p. 877.)

v.2.p.252
μίαν ἢ δύο βιώσῃ, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστίν. ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ αὐτὸν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν.”

τοιαῦτα δὴ καὶ τὰ Μώσεως. αὖθις δὲ ὁ Πλάτων’ τίνα τρόπον καὶ δι’ ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν οἰκέτην προστάττει ἐπάκουσον

“Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων πείσας, ἑπόμενος τῷ λόγῳ τῷ μὴ κινεῖν ὅ τι μὴ κατέθετο, ἐκεῖνος ἀεὶ ζημιούσθω. ἐὰν δὲ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του πῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω.”

Τοιαῦτα μὲν τὰ κατὰ τῶνδε οὐκ ἄξια τῆς Πλάτωνος μεγαλονοίας. ὡς δὲ σεμνὰ καὶ φιλάνθρωπα τὰ παρὰ Μωσεῖ μάθοις ἂν ἐπακούσας ὧδέ πη λέγοντος “ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμπελῶνα τοὐ πλησίον, φαγῇ σταφυλὴν, ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἴς τ’ ἄγγος οὐκ ἐμβαλεῖς.” καὶ πάλιν “ἐὰν εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξῃς στάχυς ἐν ταῖς χερσί σου, δρέπανον οὐ μὴ ἐπιβάλλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου.” καὶ αὖθις ἐὰν ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου, καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἔνα εὐλογήσῃ σε κύριος ὁ [*](9 Ὅταν —] Plato Leg. 8. p. 844.)

v.2.p.253
θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. ἐὰν δὲ ἐλαιολογήσῃς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτω καὶ τῷ ὀρφανῷ καὶ τῇ) χήρᾳ ἔσται. ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνα σου, οὐκ ἐπανατρυγήσεις τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῇ χήρᾳ ἔσται ταῦτα.”

Καὶ ταῦτα μὲν τὰ παρὰ Μωσεῖ. δῆλα δὲ τὰ Πλάτωνος ἐν οἶς μυρία εὕροις ἂν ἀνεπίληπτα, ὧν δὴ μάλιστα τῶν παρ᾿ αὐτῷ τὰ σεμνὰ καὶ κράτιστα ἀποδεχόμενοι τοῖς μὴ τοιούτοις μακρὰ χαίρειν φαμέν. ἀλλὰ γὰρ τούτων ὧδε διεξωδευμένων , ἀποδοθείσης τε αἰτίας δι᾿ ἣν οὐ κατὰ Πλάτωνα φιλοσοφεῖν ἐγνώκαμεν, ὥρα καὶ τὰ τῆς λοιπῆς ὑποσχέσεως εἰς πέρας ἀγαγεῖν, καὶ τάς γε ἄλλας αἱρέσεις τῆς Ἑλληνικῆς ἐπιθεωρῆσαι φιλοσοφίας.