Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἅλλαις ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγὴ, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ᾿ ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἶον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται , οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰὸν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον , καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν, ἄρδει τε καὶ ὥρμησε πτε- [*](3 Γυναικὶ μὲν — ] Plato Rep. 5. p. 460.) [*](19 Ὅταν δὲ — ] Phaedr. p. 255.)

v.2.p.247
ροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δὲ ἀπορεῖ, καὶ οὔθ’ ὅ τι πέπονθεν οἶδεν, οὐδ’ ἔχει φράσαι, ἀλλ’ οἶον ἀπ’ ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει.”

Καὶ ἐπιλέγει ἐξῆς

Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μὲν, ἀσθενεστέρως δὲ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δὴ, οἶον εἰκὸς, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγοι πρὸς τὸν ἡνίοχον, καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὐτοῦ μέρος Χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν. . . .

ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάγουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες.”

Εἶτα μεθ’ ἕτερα ἐπιλέγει

“Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ φιλοτίμῳ δὲ χρήσωνται, τάχ’ ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντε εἰς ταὐτὸ, τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπάνια δὲ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράττοντες.

φίλω μὲν οὑν καὶ τούτω, ἧττον δὲ ἐκείνων ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεις τὰς μεγίστας ἡγου-

v.2.p.248
μένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν ποτὲ ἐλθεῖν.

ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μὲν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται. εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαιμονεῖν μετ’ ἀλλήλων πορευομένους, καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ’ ἐραστοῦ φιλία.”

Τοιαῦτα μὲν τὰ Πλάτωνος, ἀλλ’ οὐ τὰ Μωσέως, ὃς διαρρήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν προφερόμενος δίκην. φησὶ γοῦν “ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικὸς, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι.” καὶ “ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην γυναικός.” τί δεῖ τανῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ σοφώτατος τὸν παιδεραστὴν, οὐδὲ γὰρ ἐν τοῖς Νόμοις ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι, προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα θησαυρὸν ὑφ’ ἑτέρου τινὸς εὑρημένον; ἐπάκουσον δὲ καὶ τῶνδε, ἔνα μή με συκοφαντεῖν ὑπολάβῃς

“Ὅ τι δ’ ἂν ὁ θεὸς, φησὶν, ἀναιρῇ περί τῶν κτημάτων καὶ τοῦ κινήσαντος, τοῦθ’ ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύων δὲ κακίας· δοῦλος δὲ ἂν ᾖ, ὁ μηνύσας [*](26 Ὅτι δ’ ἂν —] Plato Leg. 11. p. 914.)

v.2.p.249
μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτ’ ἂν, ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν· μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω.”

Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας τι τῶν ἀπειρημένων, ἀλλ’ ὁ ἑτέρου πλημμελήσαντος μὴ καταμηνύσας. καὶ ἄλλως δὲ καθαρὸν ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε. λέγει δ’ οὖν

“ Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω τῷ κεκτημένῳ.”

Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο

“Ἂ ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθὲν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέ τῳ πάσχειν, πασχέτω· δύο δ’ ἐξ ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸν αὑτοῦ θυμόν.”

Καὶ τούτῳ προστίθησιν ἐξῆς ἕτερον τοιόνδε νόμον

“Ὁ δὲ θυμῷ μὲν, μετ’ ἐπιβουλῆς δὲ κτείνας, τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπροσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς Χρόνον.”

Εἶθ’ ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ

“Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ.”

[*](9 Δοῦλον δὲ —] Plato Leg. 9. p. 868.)[*](14 Ἂ ἄρα —] Ibid. p. 867.)
v.2.p.250

Καὶ πάλιν ἑξῆς φησιν

‘Ἐὰν δὲ, ὃ γίγνεται μὲν, ὀλιγάκις δὲ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαίρεσθαι καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων ἀπαλλάττεσθαι γυναῖκά τε ἀπὸ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς, καὶ μήποτ’ ἔτι κοινῇ παιδοποιήσασθαι.”

Καὶ τούτοις ἐπιφέρει

“Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι’ ὀργὴν κτείνῃ τινὰ, ἢ γυνή τις ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι τοὺς αὐτοὺς καθαρμοὺς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὁ τοιοῦτό τι δράσας τοῖς αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω, μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ.

καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν, ἢ ἀδελφὴ ἀδελφὸν ἢ ἀδελφὴν θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐκγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων, τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς μηδέποτε γιγνέσθω, μηδὲ κοινωνὸς ἱερῶν. —

ἀδελφὸς δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης, ἤ τινι τοιούτῳ τρόπῳ, ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέμιον ἀποκτείνας ἔστω καθαρός. καὶ ἐὰν πολίτης πολίτην ὡσαύτως, ἢ ξένος ξένον. ἐὰν δὲ ἀστὸν ξένος, ἢ ξένον ἀστὸς ἀμυνόμενος κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι· καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας [*](2 Ἐὰν δὲ —] Ibid. p. 868. 869. 871.)

v.2.p.251
πατέρα τοῖς αὐτοῖς ἔνοχος ἔστω νόμοις. —

Ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὁντιναοῦν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἀγορὰν μήτε ἱερὰ μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάν τέ τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή. ὁ γὰρ νόμος ἀπαγορεύει . . . ὁ δὲ μὴ ἐπεξιὼν δέον ἢ μὴ προαγορεύων εἰργέσθω τῶν ἐντὸς ἀνεψιότητος—τὸ δὲ δεύτερον ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω.—Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν.”

Τοιοῦτοι μὲν οἶ τοῦ φιλοσόφου νόμοι. εἰ δὲ χρὴ καὶ τοὺς Μώσεως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον οἷα περὶ τῶν φονικόν διατάττεται “ἐὰν τίς τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. εἰ δὲ οὐχ ἑκὼν, ἀλλ’ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα αὐτοῦ, ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξῃ τις τὸν πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν [*](10 Γυνὴ δὲ —] Ibid. p. 877.)

v.2.p.252
μίαν ἢ δύο βιώσῃ, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστίν. ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ αὐτὸν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν.”