Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον, καθ᾿ ὃν γεννητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιημένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη, οὐκέθ᾿ ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἑπινομίδι

“ Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεὸν, ὦ Μέγιλλε καὶ Κλεινία ; σχεδὸν οὐρανὸν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοὶ, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν.”

Εἶθ᾿ ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα

[*](22 ἐν Ἐπινομίδι] p. 977. 984.)
v.2.p.237

“Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον, καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος , ἔχον ἔδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.”

Διὰ τούτων θεοὺς εἰπὼν εἰναι τοὺς δηλωθέντας περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ τάδε διεξέρχεται

“Ὅ τι πυρ’ πρὸς τὸν ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ, καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς τὴν γῆν, ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας λογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ’ εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”

Εἶτ’ ἐπιλέγει

“Ψυχὴν δ’ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησε.”

Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων

“Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἔνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη, καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, τες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γἐγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς , ἃς ἡ θατέρου περίοδος ᾔει.”

[*](10 ἐν Τιμαίω] p. 32. 34. 38.)
v.2.p.238

Καὶ ἐπιλέγει

‟Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα τό τε προσταχθὲν ἔμαθε.”

Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται λέγων ὧδε

“Μεταβάλλει μέντοιγε πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς , ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος.”

Εἰ δὴ οὖν μεταβάλλει πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς κατ’ αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀιδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρτῷ ὄντας καὶ λυθῆναι οἴους τε;

λέγει δ’ οὖν πάλιν ἐν Τιμαίῳ

‘ Ἐπεὶ δ’ οὖν πάντες ὅσοι τε περιπολοῦσι φανεγένεσιν ρῶς καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσι θεοὶ ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὖν οὐκ ἐστὲ, οὐδ’ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε [*]() [*]()

v.2.p.239
θανάτου μοίρας , τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἶς ὅτε ἐγίγνεσθε ξυνεθεῖσθε.”

Ταῦτα ὁ Πλάτων’. εἰκότως δῆτα Μώσης καὶ τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργὸν , τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντάτε καὶ συναρμοσάμενον, μόνον ἡγεῖσθαι θεὸν , καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμὴν 5 λέγων μὴ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ πάντας τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσης αὐτοῖς.”

ἑρμηνεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη λέγων πρὸς λέξιν

‟Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας , οἷς τὰς τῶν γιγνομένων ἀπάντων αἰτίας ἀνέθεσαν. Μωσεῖ δ’ ὁ κόσμος ἔδοξεν εἷναι καὶ γεννητὸς, καὶ πόλις ἡ μεγίστη ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας, οἶον πλάνητες καὶ ἀπλανεῖς ἀστέρες· ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις.

τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ’ ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρχους οὐ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν, θοῦν, πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις , ὡς αὐτουργοῖς, τῶν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας. ὧν [*](15 Φίλων] Vol. 2. p. 213.)

v.2.p.240
τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε “μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς.”

εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν. οἱ γὰρ ἰδόντες ἡλίου μὲν προσόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ ἡμέραν ἥλιος , καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τἀπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες.

εἰ δ’ ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν, ὅτι καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ συνέστησαν.

Καὶ ἐπάγει λέγων

“Ὥσθ’ ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὅς οὐ μόνον θεός ἐστι νοητῶν τε καὶ αἰσθητῶν, ἀλλὰ καὶ ἁπάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γεννητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.”

Ταῦτα τῆς Ἑβραίων εὐσεβείας τὰ ὡς ἀληθῶς ἀκήρατά τε καὶ θεῖα μαθήματα πρὸ τῆς τετυφωμένης φιλοσοφίας τετιμήκαμεν. τί με δεῖ μηκύνειν καὶ

v.2.p.241
τἄλλα τοῦ Πλάτωνος εἰς φῶς ἄγειν, ἐκ τῶνδε παρὸν καὶ τὰ ἐμοὶ νῦν σεσιγημένα τεκμαίρεσθαι; οὐ μὴν διαβολῆς ἕνεκα ταῦτα φάναι προήχθην, ἐπεὶ καὶ σφόδρα ἔγωγε ἄγαμαι τὸν ἄνδρα, καὶ πάντων μᾶλλον Ἑλλήνων φίλον ἡγοῦμαι καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονηκότα, Μωσέως δ’ ἐν παραθέσει καὶ τῶν παρ’ Ἑβραίοις προφητῶν τὸ ἐλλιπὲς ἐπιδεικνὺς αὐτοῦ τῆς διανοίας.

καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευασμένῳ μυρί’ ἄττα καταιτιᾶσθαι , οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα, ἢ οἶα τὰ περὶ ἔρωτος ἐκθέσμου σεσεμνολογημένα ἐν Φαίδρῳ. σὺ δ’, εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς