Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐβραῖοι τὴν μέσην τῶν λογιχῶν φύσιν γεννητὴν, ἀλλ’ οὐκ ἀγέννητον εἶναί φασι. Ταύτην δὲ Εἰς νοερὰς οὐσίας διαιροῦντες τῷ λόγῳ πνεύμαα καὶ [*](11 Ὅπερ —] Plato Rep. 3 p. 377.)

v.2.p.227
δυνάμεις καὶ θεοῦ λειτουργοὺς ἀγγέλους τε καὶ ἀρχαγγέλους ἐπονομάζουσιν· ἐκ δὲ τῆς τούτων ἀποπτώσεως καὶ παρατροπῆς τὸ δαιμόνων γένος καὶ πὰν τὸ τῆς ἐναντίας καὶ μοχθηρὰς ἐνεργείας εἶδος εἰσάγουσι.

διόπερ οὐδὲ θεοὺς ἐπιτρέπουσιν ἡγεῖσθαι τοὺς μὴ τὸ καλὸν καὶ ἀγαθὸν ἀχώριστον τῆς φύσεως ἐπαγομένους, ἀλλὰ καὶ τὸ εἶναι οὐ παρ’ ἑαυτῶν, παρὰ δὲ τοῦ πάντων αἰτίου ἐπενηνεγμένους , τό τε εὑ εἶναι, καὶ τὴν ἀρετὴν, αὐτό τε τὸ ἀθάνατον, οὔτε τῷ ἐπὶ πάντων θεῷ ὁμοίως οὔτε τῷ δι’ οὗ τὰ πάντα συνέστη ἐπιφερομένους.

ὁ δέ γε Πλάτων’ ἀσωμάτους μὲν καὶ νοητὰς οὐσίας τὰς λογικὰς φύσεις Ἑβραίοις ὑφίστησι, διαπίπτει δὲ τῆς ἀκολουθίας, πρῶτον μὲν ἀγεννήτους εἶναι φάσκων αὐτὰς, ὥσπερ καὶ πᾶσαν ψυχὴν , ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὰς γεγονέναι διδόναι βούλεται.

διὸ καὶ πλειόνων θεῶν ὑποτίθεται εἶναι γένος, ἀπορροίας τινὰς καὶ προβολὰς τοῦ πρώτου καὶ τοῦ δευτέρου αἰτίου τῷ λόγῳ ὑφιστάμενος· εἶναί τε ἀγαθὰς τὴν φύσιν, οὐδαμῶς οἵας τε τῆς οἰκείας ἐκστῆναι ἀρετῆς , ἔνθεν αὐτοὺς καὶ θεοὺς εἷναι δοξάζει.

τούτων δὲ ἕτερον εἶναι τὸ δαιμόνων φῦλον ἡγεῖται , φαυλότητος ὂν καὶ μοχθηρίας καὶ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς δεκτικόν· ὧν τοὺς μὲν ἀγαθοὺς, τοὺς δὲ φαύλους εἶναί τε καὶ ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν ὑποστῆναι φάναι εἰκὸς τοὺς δαίμονας.

ἐκ μὲν γὰρ τῆς τῶν σωμάτων ὕλης οὐδεὶς ἂν νοῦν ἔχων εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ’ οὐκ ἄν ποτε ἐξ ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ’ ἐκ τῆς τῶν κρειττόνων ἀπορροίας οὗτοι, καὶ πῶς οὐ θεοὶ

v.2.p.228
καὶ αὐτοὶ τοῖς γεγεννηκόσιν ἐξ ἴσου; πῶς δ’ ἀγαθῆς οὔσης πηγῆς οὐχ ὅμοια καὶ τὰ παρ’ αὐτῆς ; κακίας δ’ ἐν τοῖς δευτέροις ἡ βλάστη πόθεν ἐξέφυ τῆς ῥίζης ἄνωθεν ἐξ ἀγαθῶν καὶ δι’ ἀγαθῶν ἰούσης;

πῶς δ’ ἂν γένοιτο πικρὸν ἀπὸ τοῦ γλυκέος; εἰ δὲ δὴ σκότους παντὸς καὶ πικρίας πάσης χαλεπώτερον τὸ τῶν μοχθηρῶν δαιμόνων γένος, πῶς ἐξ ἀπορροίας λέγοιτ’ ἂν τῆς τῶν κρειττόνων φύσεως; εἰ δὲ ἐκ τῆσδε ἦν, οὐδ’ ἂν ἐτράπη τῆς οἰκείας λήξεως· εἰ δ’ ἠλλοίωται, οὐδ’ ἦν τὴν ἀρχὴν ἀπαθὲς τὴν φύσιν· εἰ δ’ οὐ τοιάδε άδε ἦν, καὶ πῶς θεοὶ εἶεν, οἱ· δὴ φαύλης οἶοί τε εἰσὶ μετέχειν μοίρας;

ἀλλ’ εἰ μήτε τῆς τῶν κρειττόνων ἀπορροίας μήτ’ αὖ τῆς τῶν σωμάτων ὕλης εἶεν, ὥρα ἢ ἀγεννήτους λέγειν καὶ πρὸς τῇ ἀγεννήτῳ ὕλῃ τῶν σωμάτων τρίτον στῖφος λογικῶν ἀγεννήτων ἀντιπαρατάττειν τῷ θεῷ, οὐκέτι τε τὸν θεὸν πάντων εἶναι ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ τοῦθ’ ὁμολογοῦντας , καὶ τὰ μὴ ὄντα ποιεῖν αὐτὸν τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις.

τίνα δὲ οἵδε περὶ τῶνδε ἐκδιδάσκουσι ; τὴν μέσην τῶν λογικῶν φύσιν οὔτ’ ἐκ τῆς τῶν σωμάτων ὕλης οὔτ’ ἐξ ἀπορροίας τῆς ἀγεννήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ὑποστῆναί φασι· μὴ οὖσαν δὲ πρότερον δυνάμει δραστηρίῳ τοῦ πάντων αἰτίου γεγονέναι.

ταύτῃ τε μὴ θεοὺς εἶναι, μηδὲ κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι , μηδ’ ἀχώριστον ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται, τό τε τῷ καλῷ ἐναντίον ἐστὶν ὅτε καὶ δέξοιτ’ ἂν ὀλιγωρίᾳ τῆς περὶ τὸ κρεῖττον σχολῆς, ἣν αὐτὸς ἕκαστος αὐτῷ κατείργασται, τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης πεφυκὼς κύριος. ταῦτα καὶ περὶ τάδε. μετίωμεν δὲ καὶ ἐφ’ ἕτερα.

v.2.p.229