Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ Ἑβραίων λόγια θεοπρόπια καὶ χρησμοὺς θείας ἢ κατὰ ἄνθρωπον δυνάμεως περιέχοντα , θεόν

v.2.p.223
τε αὐθέντην ἐπιγραφόμενα, καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως , διά τε τῶν συμφώνων τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. τὰ γοῦν θεῖα λόγια ἁγνὰ, καὶ ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως, ἀνείρηται.

ἀλλ᾿ οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα, οὐδὲ μὴν ἑτέρου του τῶν έν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ , ἀλλ᾿ οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς μὴ ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα.

αὐτίκα γοῦν βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαίς ὑφεῖναι , καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόφιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων ῾Ελλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις τὴν τῶν θεῶν προσηγορίαν καται- σχύνοντα, καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι᾿ ἧς τὸν πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομισοῦς εἰδωλολατρίας τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ, καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον, καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι , τόν τε πάτριον Ἑλλήνων ἐξηγητὴν, τὸν ἐγκαθήμενον ἐν Δελφοῖς δαίμονα, θειάζοντα.

διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πλη-

v.2.p.224
EUSEBII θύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον, καὶ θέα οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας, καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον, καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας, περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων

“Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ᾿ ἡμᾶς. πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν , σαφῶς δέ που τοὺς ἑαυτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ᾿ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ᾿ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ ῾Ρέα, καὶ ὅσοι μετὰ τούτων , ἐκ δὲ Κρόνου καὶ ῾Ρέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσους ἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τοὺς τούτων ἄλλους ἐκγόνους.”

Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον , οὐδ᾿ αὐτὸς αὑτῷ συμφώνως, τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος. αὐτοῦ μὲν γὰρ ἦν ἀκοῦσαι φάντος ἐν Πολιτείᾳ τάδε. “ἐν τοῖς μείζοσιν, ἦν δ᾿ ἐγὼ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλὰ οὐκ ἐννοῶ οὐδὲ [*](7 Περὶ δὲ — ] Plato Tim. p. 40.) [*](26 Ἐν τοῖς μείζοσιν — ] Plato Rep. 2 p. 377.)

v.2.p.225
τοὺς μείζους τίνας λέγεις. οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἷπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσι,” τὰ μικρῷ πρόσθεν τεθειμένα.

πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι’ ὧν ἔφησεν

Εξαλείψομεν ἄρα, ἦν δ’ ἐγὼ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι , πάντα τὰ τοιαῦτα ,

  • βουλοίμην κ’ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,”
  • καὶ τὰ ἑξῆς· δι’ ὧν τε ἐπίλεγει

    “Πἀλιν δὴ Ὀμήρου δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα θεὰς παῖδα,

  • ἄλλοτ’ ἐπὶ πλευρὰς κατακείμενον , ἄλλοτε δ’ αὖτε
  • ὕπτιον,
  • καὶ τὰ τούτοις ἑπόμενα. οἶς ἐπάγει

    ‟Ἢ Δία, καθευδόντων τῶν ἄλλων θεῶν τε ἀνθρώπων ὡς μόνος ἐγρηγορὼς, ἃ ἐβουλεύσατο, τούτων πάντων ῥᾳδίως ἐπιλαθόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν , καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδ’ εἰς τὸ δωμάτιον ἐλθεῖν ἐθέλειν, ἀλλ’ αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι κορύδου δίκην· καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους ,

  • φίλους λήθοντε τοκῆας,
  • οὐδὲ Ἄρεος τε καὶ Ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν δι’ ἕτερα τοιαῦτα.”

    Ὡν τοῦτον τὸν τρόπον εἰρημένων τί δῆτα βούλεται αὐτῷ ἡ μετὰ ταῦτα φωνὴ τοὺς μὲν ποιητὰς θεῶν παῖδας ὀνομάζουσα, καὶ τό τε ἀπιστεῖν αὐτοῖς [*](6 Ἐξαλείψομεν —] Plato Rep. .3. p. 386.) [*](15 Ἢ Δία —] Plato Rep. 3 p. 390.)

    v.2.p.226
    ἀδύνατου εἶναι φήσασα, χαίπερ ἂνευ εἰχότων καὶ ἀναγχαίων αὐτοὺς ἀποδείξεων τοὺς περὶ δεῶν μύδους πλάσαι μαρτυραμένη;

    Τίδὲ ἡ ἂλογος ἐδέλει πί στις, δέει τῆς ἀπὸ τῶν νόμων τιμωρίας προβεβλη μένη; πῶς δὲ δεῶν Οὐρανὸς χαὶ Γῆ πρῶτοι, ἒπειτα τούτων ἒκγονοι, Ὠκεανὸς καὶ Τηθὺς, Κρόνος τε καὶ πάντες οἰ πρὸς Ὀμήρου καὶ Ἡσιόδου μυδευόμενοι παῖδες καὶ ἀδελφοὶ καὶ ἒκγονοι τούτων, ὁπότε ταῦτα αὐτὰ ἀνῄρει λέγων

    “ Ὅπερ, ἦν δ’ ἐγώ, χρὴ πρῶτον καὶ μάλιστα Μέμφεσθαι, ἂλλως τε καὶ τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς τῷ λόλῶ περὶ δεῶν Τε καὶ ἡρώων, οἶοί εἰσιν, ὣσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἶς ἂν ὂμοια βουληθῇ γράψαι.” Καὶ πάλιν “Πρῶτον μὲν, ἦν δ’ ἐγὼ, τὸ μέγιστον καὶ περὶ Τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο ἃ φησι δρᾶσαι αὐτὸν Ἠσίοδος, ὂ τε αὖ Κφόνος ἐτιμωρήσατο αὑτόν“ καὶ τὰ τούτοις ἑξῆς.

    Πῶς δὲ οἱ νῦν ψευδεῖς καὶ οὑκ ἀληδεῖς ποιηταὶ πάλιν οἱ αὐτοὶ δεῶν ἒκγονοι λέγοιντ’ ἂν; ἀλλὰ λὰ ρ τούτων δὴ χάριν ἀπολειπτέος μὲν ἠμῖν οὖτος, δέει δανάτου τὸν Ἀθηναίων δῆμον καθυποκρινάμενος· τιμητέος δὲ Μωςῆς, τά τε Ἐβραίων λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληδοῦς καὶ ἀπλανοῦς εὐσεβείας. Θέα δὴ καὶ ἂλλο.