Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἂκουε δὴ , φασὶ, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγῷμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λἐγειν.”

Καὶ μετ’ ὀλίγα Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, [*](26 Ἂκουε δὴ — ] Plato Gorg. p. 523.)

v.2.p.85
ἐπειδὰν τελευτήσῃ , εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.”

Καὶ αὖθις μετ’ ὀλίγα

“ Ἒπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων · τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι. καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων τῶν σνγγενῶν καὶ καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δὴ δικαία ἡ κρί- σις ᾖ. ”

Καὶ ἐξῆς ἐπιφέρει

“ Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι · καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε λογίζομαι συμβαίνειν· ὁ θάνατος τυγχάνει ὢν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος, ἀπ’ ἀλλήλοιν.

ἐπειδὰν δὲ διαλυθῆτον, οὐδὲν ἧττον ἑκάτερον αὐτοῖν ἔχει τὴν ἔξιν τὴν αὑτοῦ , ἥνπερ καὶ ὅτε ἔζη ὁ ἄνθρωπος, τό τε σῶμα τὴν φύσιν τὴν αὑτοῦ, καὶ τὰ θεραπεύματα καὶ τὰ παθήματα, ἔνδηλα πάντα · οἷον, εἴ τινος ἦν μέγα τὸ σῶμα φύσει ἢ τροφῇ ἢ ἀμφότερα ζῶντος , τούτου καὶ ἐπειδὰν ἀποθάνῃ ὁ νεκρὸς μέγας · καὶ εἰ παχὺς, παχὺς καὶ ἀποθανόντος, καὶ τἄλλα οὕτως.

καὶ εἰ αὖ ἐπετήδευε κομᾶν, κομήτης τούτου καὶ ὁ νεκρός· ἢ μαστιγίας εἴ τις ἦν, καὶ ἴχνη εἶχε τῶν πληγῶν οὐλὰς ἐν τῷ σώματι, ἣ ὑπὸ μαστίγων, ἢ ἄλλων τραυμάτων ζῶν, καὶ τεθνεῶτος τὸ σῶμα ἔστιν ἰδεῖν ταῦτα ἔχον · ἢ κατεαγότα εἴ του ἦν μέλη ἢ διεστραμμένα ζῶντος, καὶ τεθνεῶτος.

καὶ ἑνὶ λόγῳ, οἶος εἶναι παρεσκεύαστο τὸ σῶμα

v.2.p.86
ζῶν, ἔνδηλα ταῦτα καὶ τελευτήσαντος ἦν πάντα, ἢ τὰ πολλὰ ἐπί τινα χρόνον. ταὐτὸν δή μοι δοκεῖ τοῦτ’ ἄρα καὶ περὶ τὴν ψυχὴν εἶναι, (6 Καλλίκλεις · ἔνδηλα πάντα ἐστὶν ἐν τῇ ψυχῇ, ἐπειδὰν γυμνωθῇ τοῦ σώματος, τά τε τῆς φύσεως καὶ τὰ παθήματα τὰ διὰ τὴν ἐπιτήδευσιν ἑκάστου πράγματος, ἣν ἔσχεν ἐν τι) ψυχῇ ἄνθρωπος.

ἐπειδὰν οὖν ἀφίκωνται παρὰ τὸν δικαστὴν, οἱ μὲν ἐκ τῆς Ἀσίας παρὰ τὸν Ραδάμανθυν, ὁ Παδάμαθυς ἐκείνους ἐπιστήσας θεᾶται ἑκάστου ψυχὴν, οὐκ εἰδὼς ὅτου ἐστὶν, ἀλλὰ πολλάκις τοῦ μεγάλου βασιλέως ἐπιλαβόμενος, ἢ ἄλλου ὁτουοῦν βασιλέως ἢ δυνάστου, κατεῖδεν οὐδὲν ὑγιὲς ὃν τῆς ψυχῆς, ἀλλὰ διαμεμαστιγωμένην καὶ οὐλῶν μεστὴν ὑπὸ ἐπιορκιῶν καὶ ἀδικίας, ἃ ἑκάστη ἡ πρᾶξις αὐτοῦ ἐξωμόρξατο εἰς τὴν ψυχὴν, καὶ πάντα σκολιὰ ὑπὸ ψεύδους καὶ ἀλαζονείας καὶ οὐδὲν εὐθὺ διὰ τὸ ἄνευ ἀληθείας τετράφθαι· καὶ ὑπὸ ἐξουσίας καὶ τρυφῆς καὶ ὕβρεως καὶ ἀκρατείας τῶν πράξεων ἀσυμμετρίας τε καὶ αἰσχρότητος γέμουσαν τὴν ψυχὴν εἶδεν· ἰδὼν δὲ ἀτίμως αὐτὴν ἀπέπεμψεν εὐθὺ τῆς φρουρὰς, οἱ μέλλει ἐλθοῦσα ἀνατλῆναι τὰ προσήκοντα πάθη.

προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ ἢ βελτίονι γίγνεσθαι καὶ ὀνίνασθαι, ἢ παράδειγμα τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἃ ἂν πάσχῃ φοβούμενοι βελτόυς γίνωνται.

εἰσὶ δὲ οἶ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν , ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίγνεται αὐτοῖς ἡ ὠφέλεια καὶ ἐνθάδε καὶ ἐν Ἃιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀπαλλάττεσθαι.

οἳ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ

v.2.p.87
τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδὲν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἶ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰ μέγιστα καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.

ὧν ἐγώ φημι ἴνα καὶ Ἀρχέλαον ἔσεσθαι εἰ ἀληθῆ λέγει Πῶλος, καὶ ἄλλος ὅστις ἂν τοιοπῦτος τύραννος ᾖ. οἶμαι δὲ καὶ τοὺς πολλοὺς εἶναι τούτων τῶν παραδειγμάτων ἐκ τυράννων καὶ βασιλέων καὶ δυναστῶν καὶ τὰ τῶν πόλεων πραξάντων γεγονότας· οὗτοι γὰρ διὰ τὴν ἐξουσίαν μέγιστα καὶ ἀνοσιώτατα ἁμαρτήματα ἁμαρτάνουσι.

μαρτυρεῖ δὲ τούτοις καὶ Ὃμηρος. βασιλέας γὰρ καὶ δυνάστας ἐκεῖνος πεποίηκε τοὺς ἐν Ἅιδου τὸν ἀεὶ χρόνον τιμωρουμένους, Τάνταλον καὶ Σίσυφον καὶ Τιτυόν. Θερσίτην δὲ, καὶ εἴ τις ἄλλος πονηρὸς ἦν ἰδιώτης, οὐδεὶς πεποίηκε μεγάλαις τιμωρίαις συνεχόμενον ὡς ἀνίατον· οὐ γὰρ, οἶμαι, ἐξῆν αὐτῷ· διὸ καὶ εὐδαιμονέστερος ἦν ἢ οἶς ἐξῆν.

ἀλλὰ γὰρ, ὦ Καλλίκλεις, ἐκ τῶν δυναμένων εἰσὶ καὶ οἱ σφόδρα πονηροὶ γιγνόμενοι ἄνθρωποι· οὐδὲ μὴν κωλύει καὶ ἐν τούτοις ἀγαθοὺς ἄνδρας ἐγγίγνεσθαι· καὶ σφόδρα γε ἄξιον ἄγασθαι τῶν γιγνομένων. χαλεπὸν γὰρ , ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίγνονται οἱ τοιοῦτοι · ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν , οἶμαι δὲ ἔσονται καὶ ἄλλοι ἀγαθοὶ ταύτην τὴν ἀρετὴν τοῦ δικαίως διαχειρίζειν ἃ ἄν τις ἐπιτρέπῃ.

εἰς δὲ καὶ πάνυ ἐλλόγιμος γέγονε καὶ εἰς τοὺς ἂλλους Ἓλληνας, Ἀριστείδης ὁ Λυσιμάχου.

v.2.p.88
οἱ δὲ πολλοὶ, 09 ἄριστε, κακοὶ γίνονται. τῶν δὲ δικα- στῶν , ὅπερ ἒλεγον, ἐπειδὰν ὁ Ῥαδάμανθυς ἐκεῖνος τοιοῦτόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδὲν, οὔθ’ ὅστις οὔθ’ ὧν τινῶν, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς Τάρταρον, ἐπισημηνάμενος ἐάν τε ἰάσιμος ἐάν τε ἀνίατος δοκῇ εἶναι.

ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. ἐνίοτε δὲ ἄλλην εἰσιδὼν ὁσίως βεβιωκυῖαν καὶ μετ’ ἀληθείας ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινὸς ψυχὴν, μά- λιστα μὲν, ὡς ἐγώ φημι, ὦ Καλλίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαντος ὃς ἐν τῷ βίῳ) ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψε.

ταὐτὰ δὲ ταῦτα καὶ ὁ Αἰακός· ἑκάτερος δὲ τούτων ῥάβδον ἔχων δικάζει. ὁ δὲ Μίνως ἐπισκοπῶν κάθηται μόνος, ἔχων χρύσεον σκῆπτρον, ὥς φησιν Ὀδυσσεὺς ὁ Ὁμήρου ἰδεῖν αὐτὸν ,

χρύσεον σκῆπτρον ἔχοντα , θεμιστεύοντα νέκυσσιν.

ἐγὼ μὲν οὖν, ὦ Καλλίκλεις , ὑπὸ τούτων τῶν λόγων πέπεισμαι , καὶ σκοπῶ ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων , τὴν ἀλήθειαν ἀσκῶν, πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι , βέλτιστος ὢν καὶ ζῆν καὶ ἐπειδὰν ἀποθνήσκω ἀποθνήσκειν.

παρακαλῶ δὲ καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους, καθ’ ὅσον δύναμαι· καὶ δὴ καὶ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον καὶ τὸν ἀγῶνα τοῦτον, ὃν ἐγώ φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι

καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις , ἣν νῦν ἐγὼ ἔλεγον, ἀλλὰ ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱὸν, ἐπειδάν σου ἐπιλαβόμενος ἐκεῖνος

v.2.p.89
ἄγῃ, χασμήσῃ καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐν- θάδε καὶ σὺ ἐκεῖ, καί σε ἴσως τυπτήσει εἰ τις καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ.”