Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις;

Καὶ πῶς;

Ἀλλ' εἰς τοὐναντίον;

Ναί.

Τἀναντία ἄρα τούτοις εἰς τοὐναντίον;

Τοὐναντίον.

Τί οὖν; τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ’ ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν;

Ὀρθότατά γε εἰπών.

Οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον ὅ γε αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ επιτρεπτεον.

Οὐ μὲν δή· πῶς γὰρ ἄν;

v.2.p.155

Ὦι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινὸς, ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ· κατὰ τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε. ἆρ’ οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτε ἄνθρωπος;

Ποίω δὴ λέγομεν;

Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ, ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένηη ἀμέλεια; οὐ γάρ που, ὅταν γε ἀδύνατον ᾖ τῶν πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων μὴ ἐπιμελουμένῳ, ὧν ἂν δυνάμει θεὸς ἢ φαῦλός τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται.

Πῶς γὰρ ἄν;

Νῦν δὴ δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν, οἶ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶτον μὲν θεοὺς ἀμφότεροί φατε γινώσκειν, καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτοὺς οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἶ αἰσθήσεις τε καὶ ἐπιστῆμαι. ταύτῃ λέγετε ἔχειν ταῦτα, ἢ πῶς;

Οὕτως.

Τί δέ; δύνασθαι πάντα ὁπόσων αὖ δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις;

Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν;

Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι, πέντε ὄντες.

Σφόδρα γε.

v.2.p.156

Ἄρ’ οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον αὐτοὺς ὁμολογεῖν πράττειν ὁτιοῦν τὸ παράπαν, ὄντας γε οἵους λέγομεν; δειλίας γὰρ ἔγγονος ἔν γε ἡμῖν ἀργία, ῥᾳθυμία δὲ ἀργίας καὶ τρυφῆς.

Ἀληθέστατα λέγεις.

Ἀργέᾳ μὲν δὴ καὶ ῥᾳθυμίᾳ οὐδεὶς ἀμελεῖ θεῶν, οὐ γὰρ μέτεστιν αὐτῷ που δειλίας.

Ὀρθότατα λέγεις.

Οὐκοῦν τὸ λοιπὸν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γινώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο· ἢ τί τὸ λοιπὸν, πλὴν τὸ γινώσκειν τοὐναντίον;

Οὐδέν.

Πότερον οὖν, ὠ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα, ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι δι’ ἄγνοιαν ἀμελοῦντας, ἢ γινώσκοντας ὅτι δεῖ, καθαπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βέλτιον πράττειν ὧν δὴ πράττουσι διά τινας ἥττας ἡδονῶν ἢ λυπῶν οὐ ποιεῖν;

Πῶς γὰρ ἄν;

Οὐκοῦν δὴ τά γε ἀνθρώπινα πράγματα τῆς τε ἐμψύχου μετέχει φύσεως ἅμα καὶ θεοσεβέστατον αὐτό ἐστι πάντων ζῴων ἄνθρωπος.

Εοικε γοῦν.

Θεῶν γε μὴν κτήματά φαμεν εἶναι πάντα ὁπόσα θνητὰ ζῷα ἢ νοερὰ] ὧνπερ καὶ τὸν οὐρανὸν ὅλον.

Πῶς γὰρ οὔ;

Ἤδη τοίνυν ἢ σμικρὰ ἢ μεγάλα τις φάτω ταῦτα εἶναι τοῖς θεοῖς· οὐδετέρως γὰρ τοῖς κεκτημένοις ἡμᾶς ἀμελεῖν ἂν εἴη προσῆκον, ἐπιμελεστάτοις

v.2.p.157
γε οὖσι καὶ ἀρίστοις. σκοπῶμεν γὰρ καὶ τόδε ἔτι πρὸς τούτοις.

Τὸ ποῖον;

Τὸ περί τε αἰσθήσεως καὶ δυνάμεως, ἆρ’ οὐκ ἐναντίως ἀλλήλοιν πρὸς ῥᾳστώνην καὶ χαλεπότητά ἐστον πεφυκότε;

Πῶς λέγεις;

Ὁρᾶν μέν που καὶ ἀκούειν τὰ σμικρὰ χαλεπώτερον ἢ τὰ μεγάλα, φέρειν δὲ αὖ καὶ κρατεῖν καὶ ἐπιμελεῖσθαι τῶν σμικρῶν καὶ ὀλίγων παντὶ ῥᾷον ἢ τῶν ἐναντίων.

Καὶ πολύ γε.

Ἰατρῷ δὴ προστεταγμένον ὅλον τι θεραπεύειν βουλομένῳ καὶ δυναμένῳ, τῶν μὲν μεγάλων ἐπιμελὲς ἔσται, τῶν μορίων δὲ καὶ σμικρῶν ἀμελές· εἶθ’ ἔξει ποτὲ καλῶς αὐτῶ τὸ πὰν;

Οὐδαμῶς.

Οὐ μὴν οὐδέ γε κυβερνήταις οὐδὲ στρατηγοῖς οὐδ’ οἰκονόμοις οὐδ’ αὖ τισι πολιτικοῖς οὐδὲ ἄλλῳ τῶν τοιούτων οὐδενὶ χωρὶς τῶν ὀλίγων ἢ σμιχρῶν πολλὰ ἢ μεγάλα· οὐδὲ γὰρ ἄνευ τῶν σμικρῶν τοὺς μεγάλους φασὶν οἱ λιθολόγοι λίθους εὖ κεῖσθαι.

Πῶς γὰρ ἄν;

Μὴ τοίνυν τὸν θεὸν ἀξιώσωμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἱ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τόσῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεὸν ὄντα τε σοφώτατον βουλόμενόν τε ἐπιμελεῖσθαι καὶ δυνάμενον, ὧν μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν ὄντων, μηδαμῆ ἐπιμελεῖσθαι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ πόνους ῥᾳθυμοῦντα, τῶν δὲ μεγάλων.

v.2.p.158

Μηδαμῶς δόξαν τοιαύτην περὶ θεῶν, co ξένε, ἀποδεχώμεθα· οὐδαμῆ γὰρ οὔτε ὅσιον οὔτ’ ἀληθὲς τὸ διανόημα διανοοίμεθ’ ἄν.

Δοκοῦμεν δέ μοι νῦν ἤδη καὶ μεγάλα μετρίως διειλέχθαι τῷ φιλαιτίῳ τῆς ἀμελείας πέρι θεῶν.

Ναί.

Τῷ γε βιάζεσθαι τοῖς λόγοις ὁμολογεῖν αὐτὸν μὴ λέγειν ὀρθῶς. ἐπῳδῶν γε μὴν προσδεῖσθαί μοι δοκεῖ κεῖ μύθων ἔτι τινῶν.

Ποίων, ὢ ἀγαθέ;