Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἄγε δὴ, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον· ἐπί γε ἀπόδειξιν τὴν αὑτῶν, ὡς εἰσὶ, σπουδῇ πάση παρακεκλήσθων· ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι φαίνεται κατὰ τάδε.

ὠ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε μὲν πάντα, κινεῖται δὲ οὐδὲν, ἢ τούτῳ πὰν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; Τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. Μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούἌγε [*](20 δὴ — ] Plato Leg. p. 893.)

v.2.p.142
μένα κινεῖται; Πῶς γὰρ οὔ; Καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι.

Τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἐνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστᾶναι λεγομένων κύκλων στρέφεται περιφορά; Ναί.”

Καὶ ἐξῆς ἐπιλέγει

“ Ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν. εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων;

Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν. ὑπ’ ἄλλου γὰρ οὐ μή ποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ’ ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως.

Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν.

Ἀληθέστατα λέγεις.

Ὁπότε δὴ τοίνυν ἐνταῦθα ἐσμὲν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.

Τὸ ποῖον;

Εὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι;

Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;

Ναί.

[*](7 Καὶ ἑξῆς — ] Ibid. p. 895.)
v.2.p.143

Ζῆν· πῶς γὰρ οὔ;

Τί δὲ, ὅταν ψυχὴν ἔν τισι ὁρῶμεν, μῶν ἄλλο ἢ c ταὐτὸν τούτῳ ζῆν ὁμολογητέον;

Οὐκ ἄλλο.

Ἔχε δὴ πρὸς Δῖός· ἆρ’ οὐκ ἂν ἐθέλοις περὶ εκαστον τρία νοεῖν;

Πῶς λέγεις;

Ἓν μὲν τὴν οὐσίαν, ἕν δὲ τῆς οὐσίας τὸν λόγον, ἐν δὲ τὸ ὄνομα. καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.

Πῶς;

Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τὸ τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;

Τὸ ποῖον;

Ἒστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. τούτῳ δὴ τῷ κατ’ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δὲ ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.

Ναί.

Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν, ἐάν τε τοὔνομα τὸν λόγον ἄρτιον ὀνόματι καὶ λόγῳ, δίχα διαιρούμενον ἀριθμὸν προσαγορεύοντες, ταὐτὸν ὄν;

Παντάπασι μὲν οὖν.

Ὦι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν;

Τὸ ἑαυτὸ κινεῖν φὴς λόγον ἔχειν τὴν αὐτὴν

v.2.p.144
οὐσίαν ἥνπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν;

Φημί γε. εἰ δ᾿ ἔστι τοῦτο οὕτως ἔχον, ἆρ᾿ ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν;

Οὒκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως.

Ἆρ᾿ οὖν οὐχ ἡ δι᾿ ἕτερον ἐν ἄλλῳ γινομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδὲν, δευτέρα τε καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν, τοσούτων, σώματος οὔσα ὄντως ἀψύχου μεταβολή.

Ὀρθῶς.

Ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν ἦμεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος, ἢ μὴ, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης ἀρχόμενον κατὰ φύσιν.

᾿Αληθέστατα μὲν οὖν.

Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα.

Πάνυ μὲν οὖν.

Τρόποι δὲ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἂν, εἴπερ καὶ ψυχὴ σώματος.

᾿Ανάγκη.

v.2.p.145

Ἄρ’ οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν;

Πῶς γὰρ οὔ;

Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;

Τί μήν;

Μίαν, ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.

Σφόδρα ὀρθῶς εἴρηκας.

Εἶεν. ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν, καὶ πάσαις ὅσαι τούτων ξυγγενεῖς ἢ πρωτουργοὶ κινήσεις τὰς δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας, ψύξεις, βαρύτητας, κουφότητας, σκληρὸν καὶ μαλακὸν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκὺ καὶ πικρὸν] καὶ πᾶσιν οἶς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα αἰεὶ θεῖον ὀρθῶς θεοῖς ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ πάντα, ἀνοίᾳ δὲ ξυγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται.