Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἄγε δὴ, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον· ἐπί γε ἀπόδειξιν τὴν αὑτῶν, ὡς εἰσὶ, σπουδῇ πάση παρακεκλήσθων· ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀποκρίνεσθαι φαίνεται κατὰ τάδε.

ὠ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε μὲν πάντα, κινεῖται δὲ οὐδὲν, ἢ τούτῳ πὰν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; Τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. Μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούἌγε [*](20 δὴ — ] Plato Leg. p. 893.)

v.2.p.142
μένα κινεῖται; Πῶς γὰρ οὔ; Καὶ τὰ μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι.

Τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἐνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστᾶναι λεγομένων κύκλων στρέφεται περιφορά; Ναί.”

Καὶ ἐξῆς ἐπιλέγει

“ Ἔτι δὴ καὶ τῇδε εἴπωμεν, καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν. εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων;

Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν. ὑπ’ ἄλλου γὰρ οὐ μή ποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ’ ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως.

Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφ’ ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν.

Ἀληθέστατα λέγεις.

Ὁπότε δὴ τοίνυν ἐνταῦθα ἐσμὲν τοῦ λόγου, τόδε ἀποκρινώμεθα.

Τὸ ποῖον;

Εὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηίνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι;

Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ;

Ναί.

[*](7 Καὶ ἑξῆς — ] Ibid. p. 895.)
v.2.p.143

Ζῆν· πῶς γὰρ οὔ;

Τί δὲ, ὅταν ψυχὴν ἔν τισι ὁρῶμεν, μῶν ἄλλο ἢ c ταὐτὸν τούτῳ ζῆν ὁμολογητέον;

Οὐκ ἄλλο.

Ἔχε δὴ πρὸς Δῖός· ἆρ’ οὐκ ἂν ἐθέλοις περὶ εκαστον τρία νοεῖν;

Πῶς λέγεις;

Ἓν μὲν τὴν οὐσίαν, ἕν δὲ τῆς οὐσίας τὸν λόγον, ἐν δὲ τὸ ὄνομα. καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο.

Πῶς;

Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τὸ τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν;

Τὸ ποῖον;

Ἒστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. τούτῳ δὴ τῷ κατ’ ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δὲ ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.

Ναί.

Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν, ἐάν τε τοὔνομα τὸν λόγον ἄρτιον ὀνόματι καὶ λόγῳ, δίχα διαιρούμενον ἀριθμὸν προσαγορεύοντες, ταὐτὸν ὄν;

Παντάπασι μὲν οὖν.