Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὐκοῦν οἶσθ’ ὅτι ἀρχὴ παντὸς ἔργου μέγι- [*](15 Λόγων δὲ — ] Plato Rep. 2. p. 376.) [*](30 Οὐκοῦν — ] Plato ibid. p. 377.)

v.2.p.84
’στὸν, ἄλλως τε δὴ καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μά- λιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος , ὅν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ.

Κομιδῇ μὲν οὖν. Ἄρ’ οὖν ῥᾳδίως οὕτω παρήσομεν τοὺς ἐπιτυ- χόντας μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας, καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπιτοπολὺ ἐναντίας δό- ξας ἐκείναις ἃς, ἐπειδὰν τελεωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτούς;

Οὐδ’ ὁπωστιοῦν παρήσομεν. Πρῶτον μὲν δὴ ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς , καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον, ὃν δ’ ἀν’ μὴ, ἀποκριτέον. τοὺς δ’ ἐγκραθέντας πείσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύ- θοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.”

Καὶ ταῦτα πρὸ τοῦ Πλάτωνος πεφύλακτο παρ’ Ἑβραίοις. οἱ γὰρ ἔχοντες πνεῦμα θεῖον, διακριτικὸν πνευμάτων, ἐδοκίμαζον τὰ ὀρθῶς καὶ ἐξ ἁγίου πνεύματος λεγόμενά τε καὶ γραφόμενα, τὰ δὲ μὴ τοιαῦτα ἀπεδοκίμαζον , ὥσπερ καὶ τοὺς τῶν ψευδοπροφητῶν λόγους. ἀλλὰ καὶ τοὺς παῖδας τοὺς νηπίους ταῖς ἀπὸ τῶν θείων γραφῶν ὠφελιμωτάταις διηγήσεσιν, ὥσπερ τισὶ μυθολογίαις, γονεῦσί τε καὶ τροφοῖς ἔθος ἦν κατεπᾴδειν, προπαρασκευῆς ἕνεκα τῆς εἰς ἄνδρας αὐτοῖς ἐσομένοις θεοσεβείας.