Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω, οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικοὺς,) λώβη ἔοικεν εἶναι [*](27 ἐν τῷ δεκάτω τῆς Πολιτείας] p. 595.)

v.2.p.135
πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἶα τυγχάνει ὄντα. Πῆ δὴ, ἴφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ’ ἐγὼ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ομήρου ἀποκωλύει λέγειν.

ἔοικε γὰρ τῶν καλῶν ἀπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. ἀλλ’ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνὴρ, ἀλλ’ ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη.”

Εἶθ’ ἐξῆς ἐπιλέγει

Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λό- γον Ὅμηρον, μηδὲ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες, εἰ ἰατρικός τις ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιὸς , ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους· μηδ’ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ’ ἐῶμεν.

περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδ·είας πέρι ἀνθρώπων, δίκαιον που ἐρωτᾶν αὐτὸν πυνθανομένους, ὠ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί.

σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι [*](10 Εἶθ’ ἑξῆς] Ibid. p. 599.)

v.2.p.136
καὶ σφὰς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε, οὐδ’ ὑπ’ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πολεμος ἐπὶ Ὁμήρου ὑπ’ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς.