Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω, οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικοὺς,) λώβη ἔοικεν εἶναι [*](27 ἐν τῷ δεκάτω τῆς Πολιτείας] p. 595.)

v.2.p.135
πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἶα τυγχάνει ὄντα. Πῆ δὴ, ἴφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ’ ἐγὼ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ομήρου ἀποκωλύει λέγειν.

ἔοικε γὰρ τῶν καλῶν ἀπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. ἀλλ’ οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνὴρ, ἀλλ’ ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη.”

Εἶθ’ ἐξῆς ἐπιλέγει

Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λό- γον Ὅμηρον, μηδὲ ἄλλον ὁντινοῦν τῶν ποιητῶν, ἐρωτῶντες, εἰ ἰατρικός τις ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιὸς , ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους· μηδ’ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ’ ἐῶμεν.

περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδ·είας πέρι ἀνθρώπων, δίκαιον που ἐρωτᾶν αὐτὸν πυνθανομένους, ὠ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί.

σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι [*](10 Εἶθ’ ἑξῆς] Ibid. p. 599.)

v.2.p.136
καὶ σφὰς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε, οὐδ’ ὑπ’ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πολεμος ἐπὶ Ὁμήρου ὑπ’ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς.

Ἀλλ’ οἶα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; Ούδαμῶς τοιοῦτον οὐδέν.

Ἀλλὰ δὴ, εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτῳ ἠγαπήθη, καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοὐ βίου διαφανεῖς πη δοκοῦσιν εἷναι ἐν τοῖς ἄλλοις;

Οὐδ’ αὖ, ἔφη, τοιοῦτον οὐδὲν λέγεται. ὁ γὰρ Κρεώφυλος, ὢ Σώκρατες, ὁ τοῦ Ὁμήρου ἑταῖρος, τοῦ ὀνόματος ἂν γε- λοιότερος ἔτι πρὸς παιδείαν φανείη, εἰ τὰ λεγόμενα περὶ Ὁμήρου ἀληθῆ ἐστί.

λέγεται γάρ που ὡς πολλὴ ἀμέλεια περὶ αὐτὸν ἦν ἐπ’ αὐτοῦ ἐκείνου, ὅτε ἔζη. Λέγεται γὰρ οὖν, ἦν δ’ ἐγώ. ἀλλ’ οἴει, ὠ Γλαύκων, εἰ τῷ ὄντι οἷός τε ἦν παιδεύειν ἀνθρώπους καὶ βελτίους ἀπεργάζεσθαι Ὅμηρος, ἅτε περὶ τούτων οὐ μιμεῖσθαι, ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἄρ’ ἂν πολλοὺς ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ’ αὐτῶν;

ἀλλὰ Πρωταγόρας μὲν ἄρα ὁ Ἀβδηρίτης καὶ Πρόδικος ὁ Κεῖος καὶ ἄλλοι πάμπολλοι δύνανται τοῖς ἐφ’ ἑαυτῶν παρεστάναι, ἰδίᾳ συγγινόμενοι, ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὐτῶν οἰκεῖν οἷοί τε ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς παιδείας

v.2.p.137
ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περι- φέρουσιν αὐτοὺς οἶ ἑταῖροι.

ὅμηρον δὲ ἄρα οἶ ἐπ’ ἐκείνου, εἴπερ οἷός τε ἦν πρὸς ἀρετὴν ὀνίναι ἀν- θρώπους , ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων, καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ, καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπει- θον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν;

Παντάπασιν , ἔφη, δο- κεῖς μοι, (h Σώκρατες, ἀληθῆ λέγειν. Οὐκοῦν τι- θῶμεν ἀπὸ Ὀμήρου ἀρξάμενοι πάντας τοὺς ποιητι- κοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἷναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσι, τῆς δ’ ἀληθείας οὐχ ἅπτεσθαι; ἀλλ’ ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτό- μον ποιήσει δοκοῦντα εἶναι, αὐτός τε οὐκ ἐπαίων περὶ σκυτοτομίας, καὶ τοῖς μὴ ἐπαίουσιν , ἐκ τῶν χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσι;

Πάνυ μὲν οὖν. Οὕτω δὴ, οἶμαι, καὶ τὸν ποιητικὸν φήσο- φήσομεν χρώματα ἄττα ἑκάστῳ τῶν τεχνῶν τοῖς ὀνόμασι καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαίοντα, ἀλλ’ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λό- γῶν θεωροῦσι δοκεῖν, ἐάν τε περὶ σκυτοτομίας τι λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δο- κεῖν λέγεσθαι, ἐάν τε περὶ στρατηγίας , ἐάν τε περὶ ἄλλου ὁτουοῦν ’

οὕτω φύσει αὐτὰ ταῦτα μεγά- λην τινὰ κήλησιν ἔχειν, ἐπεὶ γυμνωθέντα γε τῶν τῆς μουσικῆς χρωμάτων τὰ τῶν ποιητῶν, αὐτὰ ἐφ’ ἑαυ- τῶν λεγόμενα, οἶμαί σε εἰδέναι οἷα φαίνεται. τεθέα- ’σαι γὰρ, ἢ οὔ; Ἔγωγ’, ἴφη.”

Καὶ τούτων δὲ οὕτως ἐχόντων εὖ μοι ἔχειν δο- κεῖ βραχέα ἄττα τῶν Πλάτωνος διελθεῖν, δι’ ὧν λο- γικώτερον τὸν περὶ θεοῦ καὶ προνοίας συνίστησι λό-

v.2.p.138
γον, τοῖς Εβραίων κἀν τούτῳ παριστάμενος δόγμασι. πρῶτα δὲ θεασώμεθα ὅπως τὰς δόξας τῶν ἀθέων ἐκτίθησι·