Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς παρ’ Ἑβραίοις προφητείας λεγούσης “ ἐκ τοῦ φόβου σου , κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας” ὁ Πλάτων ἐν Θεαιτήτῳ τάδε λέγοντα Σωκράτην ποιεῖ

“Πάσχουσι δὴ οἶ ἐμοὶ συγγιγνόμενοι ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ἐκεῖναι. ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται.”

Τοῦ προφήτου Ἰεζεκιὴλ φήσαντος” ἐγένετο ἐπ’ ἐμὲ χεὶρ κυρίου, καὶ εἶδον, καὶ ἰδοὺ πνεῦμα ἐξαῖρον ἤρχετο ἀπὸ βορρᾶ,” καὶ ἐξῆς εἰπόντος “καὶ ἐν τῷ μέσῳ, ὡς ὁμοίωμα τεσσάρων ζῴων. καὶ ἡ ὕραἐν [*](21 Θεαιτήτῳ] ῥ’. 151.)

v.2.p.131
σις αὐτῶν ὡς ὁμοίωμα ἀνθρώπου ἐπ’ αὐτοῖς, καὶ πρόσωπα τέσσαρα τῷ ἑνί. καὶ ὁμοίωσις τῶν προσώπων αὐτῶν, πρόσωπον ἀνθρώπου, καὶ πρόσωπον λέοντος ἐκ δεξιῶν τοῖς τέσσαρσι, καὶ πρόσωπον μόσχου ἐξ ἀριστερῶν τοῖς τέσσαρσι. καὶ πρόσωπον ἀετοῦ τοῖς τέσσαρσι,” καὶ ὁ Πλάτων’ ὁμοίως ἄκουσον ἅ φησι