Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως νόμου φάντος “ ἐὰν κλέψῃ τις μόσχον, ἢ πρόβατον, καὶ σφάξῃ αὐτὸ, ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσαρα πρόβατα ἀντὶ προβάτου· ἐὰν δὲ καταλειφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, ἀπὸ μόσχου καὶ ὄνου ἴως προβάτου ζῶντα διπλὰ ἀποτίσει” ἐπάκουσον ὡς καὶ ὁ Πλάτων’ τούτοις ἕπεται λέγων

“ Κλέπτῃ δὲ, ἐάν τε μέγα ἐάν τε μικρὸν κλέπτη τις, εἷς αὖ νόμος ἐπικείσθω καὶ μία δίκης τιμωρία σύμπασι. τὸ μὲν γὰρ δὴ κλαπὲν χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τοῦ κλήρου, ἐὰν δὲ μὴ, δεδέσθαι ἴως ἂν ἐκτίσῃ ἢ πείσῃ τὸν καταδικασάμενον.”