Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Λόγων δὲ δισσὸν εἶδος· τὸ μὲν ἀληθὲς, ψεῦδος δὲ ἕτερον. Ναί. Παιδευτέον δὲ ἐν ἀμφοτέροις, πρότερον δὲ ἐν τοῖς ψευδέσιν; Οὐ μανθάνω , ἔφη, πῶς λέγεις. Οὐ μανθάνεις , ἦν δ’ ἐγὼ, ὅτι πρῶτον τοῖς παιδίοις μύθους λέγομεν. τοῦτο δέ που ὡς τὸ ὅλον εἰπεῖν ψεῦδος, ἔνι δὲ καὶ ἀληθῆ. πρότερον δὲ μύθοις πρὸς τὰ παιδία ἢ γυμνασίοις χρώμεθα. Ἒστι ταῦτα. ”

Ταῦτα ὁ Πλάτων’. καὶ παρ’ Ἑβραίοις δὲ τὰς τῆς ἐνθέου γραφῆς ἱστορίας τοῖς νηπίοις τὰς ψυχὰς ἁπλούστερον ὥσπερ τινὰς μύθους ἔθος ἐστὶ παραδι- δόναι, τοῖς δ’ ἐγγεγυμνασμένοις τὴν ἔξιν τὰς τῶν λόγων βαθυτέρας καὶ δογματικὰς θεωρίας διὰ τῆς καλουμένης δευτερώσεως καὶ σαφηνείας τῶν λανθανόντων τοὺς πολλοὺς νοημάτων.