Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ’ ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ’ ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ’ ἑκόντας πάντας πάντα τὰ δίκαια;

Καλὸν μένη ἀλήθεια, ὠ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν. ”

Μυρία δ’ ἂν εὕροις τοιαῦτα καὶ ἔν ταῖς Ἑβραίων γραφαῖς, ὡς ἂν περὶ θεοῦ ζηλοῦντος, ἢ ὑπνοῦντος, ἢ ὀργιζομένου, ἤ τισιν ἄλλοις ἀνθρωποπαθέσιν ἐνεχομένου ἐπ’ ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου παρειλημμένα.