Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἰ μέν τις πόλις, ὡς οὔσης σπουδῆς, τῷ [*](30 Εἰ μέν τις — ] Ibid. p. 673.)

v.2.p.111
ἐπιτηδεύματι τῷ νῦν εἰρημένῳ χρήσεται μετὰ νόμων καὶ τάξεως, ὡς τοῦ σωφρονεῖν εἵνεκα μελέτη χρωμένη, καὶ τῶν ἄλλων ἡδονῶν μὴ ἀφέξεται ὡσαύτως καὶ κατὰ τὸν αὐτὸν λόγον, τοῦ κρατεῖν αὐτῶν ἕνεκα μηχανωμένη , τοῦτον μὲν τὸν τρόπον ἅπασι τούτοις χρηστέον· εἰ δ᾿ ὡς παιδιᾷ τε, καὶ ἐξέσται τῷ βουλομένω, καὶ ὅταν βούληται, καὶ μεθ᾿ ὧν ἂν βούληται, πίνειν μετ᾿ ἐπιτηδευμάτων ὡντινωνοῦν ἄλλων, οὐκ ἂν τιθείμην ταύτην τὴν ψῆφον, ὡς δεῖ ποτὲ μέθῃ χρῆσθαι ταύτην τὴν πόλιν ἢ τοῦτον τὸν ἄνδρα, ἀλλ᾿ ἔτι μᾶλλον τῆς Κρητῶν καὶ Λακεδαιμονίων χρείας προσθείμην ἂν τῷ Καρχηδονίων νόμῳ, μηδέποτε μηδένα ἐπὶ στρατοπέδου γεύεσθαι τούτου τοῦ πόματος, ἀλλ᾿ ὑδροποσίαις συγγίνεσθαι τοῦτον τὸν χρόνον ἅπαντα , καὶ κατὰ πόλιν μήτε δοῦλον μήτε δούλην γεύεσθαι μηδέποτε, μηδὲ ἄρχοντας τοῦτον τὸν ἐνιαυτὸν ὃν ἂν ἄρχωσι, μηδ᾿ αὖ κυβερνήτας μηδὲ δικαστάς ἐνεργοὺς ὄντας οἴνου γεύεσθαι τὸ παράπαν, μηδὲ ὅστις βουλευσόμενος εἰς βουλὴν ἀξίαν τινὰ λόγου συνέρχεται, μηδέ γε μεθ᾿ ἡμέραν μηδένα τὸ παράπαν, εἰ μὴ σωμασκίας ἢ νόσων ἕνεκα, μηδ᾿ αὖ νύκτωρ, ὅταν ἐπινοῇ τις παῖδας ποιεῖσθαι ἀνὴρ ἢ καὶ γυνή. καὶ ἄλλα δὲ πάμπολλα ἄν τις λέγοι, ὡς τοῖς νοῦν τε καὶ νόμον ἔχουσιν ὀρθὸν οὐ ποτέος οἶνος, ὥστε κατὰ τὸν λόγον τοῦτον οὐδ᾿ ἀμπελώνων ἂν πολλῶν δέοι οὐδ’ ᾗτινι πόλει, τακτὰ δὲ τἄλλα ἂν εἴη γεωργήματα καὶ πᾶσα ἡ δίαιτα.”

Καὶ Μωσῆς δὲ προλαβὼν μὴ δεῖν τοὺς ἱερέας οἴνου ἀπογεύεσθαι κατὰ τὸν τῆς ἱερουργίας καιρὸν, νομοθετεῖ φάσκων “καὶ ἐλάλησε κύριος τῷ Ἀαρὼν, λέγων, οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἷ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησθ᾿ εἰς τὴν σκη-

v.2.p.112
νῆν του μαρτυρίου, ἡ προσπορευομένων ὑμῶν πρὸς τὸ θυσιαστήριον, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. ὁ δὲ αὐτὸς καὶ τοῖς εὐχὴν εὐχομένοις νομοθετεῖ λέγων “ ἀνὴρ ἢ γυνὴ, ὃς ἂν μεγάλως εὔξηται εὐχὴν, ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ, ἀπὸ οἴνου καὶ σίκερα ἁγνισθήσεται ’ καὶ ὄξος ἐξ οἴνου, καὶ ὄξος ἐκ σίκερα οὐ πίεται. ’ ἀλλὰ καὶ Σολομῶν τοὺς ἄρχοντας καὶ τοὺς δικαστὰς εἴργει τῆς χρήσεως, λέγων “ μετὰ βουλῆς πάντα ποίει, μετὰ βουλῆς οἰνοπότει. οἶ δυνάσται θυμώδεις εἰσὶν, οἶνον μὴ πινέτωσαν, ἔνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ τῶν πόνων. καὶ ὁ ἀπόστολος δὲ νόσων ἕνεκα ἐπιτρέπει Τιμοθέῳ λέγων “ ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.”