Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦ θείου χρησμοῦ φήσαντος Μωσεῖ “ ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει” τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων”, εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων τὰ παρὰ Μωσεῖ σύμβολα περιέχειν διδάσκοντος, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων’ τὰ ὅμοια διερμηνεύει ἐν ἕκτῳ τῆς Πολιτείας ὧδε γράφων

“ Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δὲ ἐν πᾶσι πολλή.

Παντάπασι μὲν οὖν. Ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται, ἃ ἐκεῖ ὁρᾷ, μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι, καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ ξυμπάσης τῆς δημοτικῆς ἀρετῆς; Ἥκιστά γε, ἦ δ’ ὅς.

Ἀλλ’ ἐὰν δὴ αἴσθωνται οἱ πολλοὶ ὅτι ἀληθῆ περὶ αὐτοῦ λέγομεν, χαλεπανοῦσι δὴ τοῖς φιλοσόφοις καὶ ἀπιστήσουσιν ἡμῖν λέγουσιν ὡς οὐκ ἄν ποτε ἄλλως εὐδαιμονήσειε πόλις, εἰ μὴ αὐτὴν διαγράψειαν οἱ τῷ θείῳ παραδείγματι χρώμενοι ζωγράφοι;

Οὐ χαλεπανοῦσιν, ἦ δ’ ὃς, ἐάν περ αἴσθωνται. Ἀλλὰ δὴ τίνα λέγεις τρόπον τῆς διαγραφῆς; Λαβόντες, ἦν δ’ ἐγὼ, ὥσπερ [*](15 Θεῷ δὴ —] Plato Rep. 6. p. 600.)

v.2.p.105
πίνακα πόλιν τε καὶ ἤθη ἀνθρώπων, πρῶτον μὲν καθαρὰν ποιήσειαν ἂν, ὃ οὐ πάνυ ῥᾴδιον.

ἀλλ’ οὖν οἶσθ’ ὅτι τούτω ἂν εὐθὺς τῶν ἄλλων διενέγκαιεν, τῷ μήτε ἰδιώτου μήτε πόλεως ἐθελῆσαι ἂν ἅψασθαι, μηδὲ γράφειν νόμους, πρὶν παραλαβεῖν καθαρὰν, ἢ αὐτοὶ ποιήσαι.

Καὶ ὀρθῶς γε, ἔφη. Οὐκοῦν μετὰ ταῦτα οἴει ὑπογράψασθαι ἂν τὸ σχῆμα τῆς πολιτείας; Τί μήν;

Ἔπειτα, οἶμαι, ἀπεργαζόμενοι πυκνὰ ἂν ἑκατέρωσε ἀποβλέποιεν, πρός τε τὸ φύσει δίκαιον καὶ καλὸν καὶ σῶφρον καὶ πάντα τὰ τοιαῦτα, καὶ πρὸς ἐκεῖνο αὖ τὸ ἐν τοῖς ἀνθρώποις, ἐμποιοῖεν ξυμμιγνύντες τε καὶ κεραννύντες ἐκ τῶν ἐπιτηδευμάτων τὸ ἀνδρείκελον, ἀπ’ ἐκείνου τεκμαι- ρόμενοι, ὃ δὴ Ὅμηρος ἐκάλεσεν ἐν τοῖς ἀνθρώποις ἐγγιγνόμενον θεοειδές τε καὶ θεοείκελον.

Ὀρθῶς. ἔφη. Καὶ τὸ μὲν ἂν, οἶμαι, ἐξαλείφοιεν, τὸ δὲ πάλιν ἐγγράφοιεν, ἴως ἂν ὅτι μάλιστα τὰ ἀνθρώπεια ἤθη εἰς ὅσον ἐνδέχεται θεοφιλῆ ποιήσειαν.