Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινὰ, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τινῶν τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης.

ταύτην τὴν τροφὴν ἀφο- ρισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ’ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἥ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον, καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.

ἡμεῖς δὲ μηδ’ ἐν ὀνόματι διαφερώμεθα . αὐτοῖς, ἀλλ’ ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογη- θεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται, καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ [*](12 Μὴ τοίνυν —] Plato Leg. 1. p. 643.)

v.2.p.103
ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.”

Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει

“ Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετὴν, ἡδονὴ δὲ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μή πω δυναμένων λόγον λαμβάνειν, λαβόντων δὲ τὸν λόγον συμφωνήσωσι τῷ λόγῳ, ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν· αὕτη ἔσθ᾿ ἡ συμφωνία ξύμπασα μὲν ἀρετὴ, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ᾿ αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.”

Ταῦτα ὁ Πλάτων’. προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί “δεῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ, καὶ, ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν.”

καὶ ὁ Σολομῶν ὁμοίως “ἀκούσατε” φησὶ “παῖδες παιδείαν πατρός. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνησθε.” καὶ πάλιν “ κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν, μὴ ἐπιλάθῃ.” καὶ “ εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν [*](6 Παιδείαν —] Plato Leg-. 2. p. 653.)

v.2.p.104
εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ.” καὶ “ ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων. μυρία δ’ ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι, παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα.