Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως τὴν πᾶσάν αὐτοῦ νομοθεσίαν τήν τε κατ’ αὐτὸν πολιτείαν εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ ἀναρτήσαντος, ἀπό τε τοῦ πάντων δημιουργοῦ τὴν καταρχὴν τῆς νομοθεσίας πεποιημένου , ἔπειτα τῶν θείων ἀγαθῶν ἐξέρχεσθαι τὰ ἀνθρώπινα διδάξαντος, τά τε θεῖα ἐπὶ τὸν πάντων ἡγεμόνα νοῦν, αὐτὸν δὴ τὸν τῶν ὅλων θεὸν, ἀναθέντος, θέα ὅπως καὶ ὁ φιλόσοφος τοῖς αὐτοῖς βαίνων ἴχνεσιν ἐπιμέμφεται μὲν τοῖς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέ- ταις, τὸν δ’ ἀρέσκοντα Μωσεῖ νόμον ἐκδιδάσκει, λέγων οὕτως

“ Πῆ δὴ οὖν σε ἔτ’ ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τ’ ἀκούειν; βούλει σοι φράζω;

Πάνυ μὲν οὖν, ὦ ξένε.

Ἐχρῆν εἰπεῖν, οἷ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι γὰρ ὀρθῶς τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες· ἅπαντα γὰρ τἀγαθὰ πορίζουσι.

διττὰ δ’ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἥρτηται δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα· εἰ δὲ μὴ, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς [*](22 nij δὴ —] Plato Leg. 1. p. 631.)

v.2.p.100
εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος οὐ τυφλὸς, ἀλλ’ ὀξὺ βλέπων, ἄνπερ ἅμ’ ἕπηται φρονήσει.

ὃ δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦν σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετὰ ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτω.

μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν.

περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετὰ δὲ ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα, ἐν ἀπάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι’ αὐτῶν τῶν νόμων.”

Καὶ μετὰ βραχέα φησί

“ Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους πᾶσι τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα ξυνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μηδὲ φιλοτιμίᾳ.

οὕτως, ὠ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς, καὶ ἔτι νῦν βούλομαι, διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Δῖός λεγομένοις νόμοις, τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος , οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην , ἔνεστί τε πάντα ταῦτα, καὶ ὅπη

v.2.p.101
τάξιν εἰληφότα διάδηλά ἐστι τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ τε καί τισιν ἔθεσι, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.”

Καὶ παρ’ ἡμῖν δὲ εἴρηται “ζητεῖτε πρῶτον τὴν βασιλείαν καὶ τὴν δ’ ἴκα ἰὸς ύνην, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν.” ἀλλὰ καὶ Μώσης πολὺ πρότερον ἀπὸ τῆς περὶ θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος, ἐξῆς τε ἐφαρμόσας τὴν κατ’ αὐτὸν πολιτείαν καὶ τὰ περὶ συμβολαίων καὶ τὰ περὶ τοῦ κοινοῦ βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ ἀληθοῦς δόξης ἰόντας.