Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσης νομοθεσίαν ἀνθρώποις καταβεβλημένος ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις· μνημονεύει δὲ τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ’ αὐτὸν βίου τῶν ἀνθρώπων, ἔπειτα παλαιῶν ἀνδρῶν δρῶν τῶν παρ’ Ἑβραίοις θεοφιλῶν, καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι.

καὶ ὁ Πλάτων’ δὲ ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν νόμων γραφὴν τὸν αὐτὸν τῷ Μωρεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν τῶν Νόμων τῇ κατ’ αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κα- τακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων ἐπάκουσον ἅ φησιν

“‘ Αρ’ οὖν οἱ παλαιοὶ λόγοι ὑμῖν ἀλήθειαν ἔχειν τινὰ δοκοῦσι;

Ποῖοι δή;

Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.

[*](25 Ἄρ’ οὖν —] Plato Leg. 3. p. 677.)
v.2.p.98

Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί.

Φέρε δὴ, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην, τὴν τῷ κατακλυσμῷ γενομένην.

Τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες;

῾Ως οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομεῖς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους.

Δῆλον.

Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονεικίας, 5 καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.

Εἰκὸς γοῦν.

Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι. Θῶμεν. Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι , καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν.”

Καὶ μεθ᾿ ἕτερά φησιν

“ Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο ἡ φθορὰ, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆθος πάμπολυ.”

Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐπεξέρχεται βίους τῶν μετὰ τὸν κατακλυσμὸν ἀνθρώπων, εἶθ᾿, ὥσπερ Μωσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν

v.2.p.99
μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων, τῶν τε ἐπὶ Τροίας μνημονεύει, καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας, Περσῶν τε, καὶ τῶν παρὰ τούτοις εἴτ’ ὀρθῶς εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν ἀπάρχεται τῆς τῶν νόμων διαθέσεως, κἀν τούτῳ Μωσεῖ κατακολουθήσας.