Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πἀλιν εἰρηκότος Μώσεως “ῷ δὲ Ἀδὰμ οὐκ ἦν βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ θεὸς ἒκστασιν c ἐπὶ τὸν ‘ Αδὰμ, καὶ ὕπνωσε , καὶ ἔλαβε μίαν τῶν [*](17 Ὃτε ἐγένετο — ] Plato Symp. p. 202.)

v.2.p.95
πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα,” μὴ συνεὶς ὁ Πλάτων’ οἵᾳ εἴρηται διανοίᾳ δῆλος μέν ἐστιν οὐκ ἀγνοήσας τὸν λόγον, Ἀριστοφάνει δ’ αὐτὸν, οἷα κωμῳδῷ χλευ- άζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων, ἀνατίθησιν, ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων

Δεῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς. ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλὰ ἄλλη. πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὑ νῦν ὄνομα λοιπὸν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος.”

Εἶθ’ ἐξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων

“ Ταῦτ’ εἰπὼν ὁ παρ’ αὐτῷ Ζεὺς ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἶ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν, ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσω- πον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομὴν, ἔνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέ- λευεν.