Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῶν παρ’ Ἑβραίοις λογίων τοὺς παρ’ αὐτοῖς προφήτας καὶ δικαίους ἄνδρας ὕβρεις ἐσχάτας καὶ προπηλακισμοὺς πάντα τε κίνδυνον εὐθαρσῶς ὑπομεῖναι διδασκόντων, τὰ συνῳδὰ τῆς Πλάτωνος καὶ περὶ τούτου δόξης μάθοις ἂν ἀπὸ τῶνδε αὐτοῦ τῶν φωνῶν, ἃς ἐν τῷ δευτέρῳ τέθειται τῆς Πολιτείας

“ Τὸν δ’ οὖν τοιοῦτον θέντες τὸν δίκαιον αὖ παρ’ αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἀπλοῦν καὶ γενναῖον, κατ’ Αἰσχύλον οὐ δοκεῖν, ἀλλ’ εἷναι ἀγαθὸν ἐθέλοντα. ἀφαιρετέον δὲ τὸ δοκεῖν. εἰ γὰρ δόξει δίκαιος εἶναι , ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαὶ δοκοῦντι τοιούτω εἷναι. ἄδηλον οὖν εἴτε τοῦ δικαίου εἴτε τῶν δωρεῶν τε καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη.

γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ · μηδὲν γὰρ ἀδικῶν δόξαν ἐχέτω τῆς μεγίστης ἀδικίας , ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ’ αὐτῆς γιγνομένων· ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν μὲν εἶναι ἄδικος διὰ βίου, ὢν δὲ δίκαιος. ”