Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἀλλὰ μέντοι, ὦ Σιμμία, οὐχὶ ἡ Γλαὐὡς κου τέχνη γέ μοι δοκεῖ εἶναι διηγήσασθαι ἅ γ’ ἐστίν· μέντοι ἀληθῆ, χαλεπώτερόν μοι φαίνεται ἢ κατὰ τὴν Γλαύκου τέχνην. καὶ ἅμα μὲν ἐγὼ ἴσως οὐδ’ ἂν οἶός τε εἴην, ἅμα δὲ, καὶ εἰ ἠπιστάμην, ὁ βίος μοι δοκεῖ ὁ ἐμὸς, ὡ Σιμμία, τῷ μήκει τοῦ λόγου οὐκ ἐξαρκεῖν. τὴν μέντοι ἰδέαν τῆς γῆς , οἴαν πέπεισμαι εἶναι, καὶ τοὺς τόπους αὐτῆς οὐδέν με κωλύει λέγειν. Ἄλλ , ἴφη ὁ Σιμμίας, καὶ ταῦτα ἀρκεῖ.

Πέπεισμαι τοίνυν, rj δ’ ὃς, ἐγὼ πρῶτον μὲν, εἰ ἔστιν έν, μέσῳ τῷ οὐρανῷ περιφερὴς οὖσα, μηδὲν αὐτῇ δεῖν μήτε ἀέρος πρὸς τὸ μὴ πεσεῖν μήτε ἂλ- [*](19 Ἀλλὰ μέντοι — ] Plato Phaedon. p. 108 d.)

v.2.p.74
λῆς ἀνάγκης μηδεμιᾶς τοιαύτης , ἀλλ’ ἱκανὴν εἶναι αὐτὴν ἴσχειν τὴν ὁμοιότητα τοῦ οὐρανοῦ αὐτοῦ ἑαυτῷ πάντη καὶ τῆς γῆς αὐτὴν τὴν ἰσορροπίαν· ἰσόρροπον γὰρ πρᾶγμα ὁμοίου τινὸς ἐν μέσῳ τεθὲν οὐχ ἔξει μᾶλλον οὐδ’ ἧττον οὐδαμόσε κλιθῆναι, ὁμοίως δ’ ἔχον ἀκλινὲς μένει.

Πρῶτον μὲν δὴ, δὴ, δ’ ὅς, τοῦτο πέπεισμαι. Καὶ ὀρθῶς γε, ἔφη ὁ Σιμμίας. Ἔτι τοίνυν, ἔφη, πάμμεγά τι εἶναι αὐτὸ , καὶ ἡμὰς οἰκεῖν τοὺς μέχρις Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ, ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους , περὶ τὴν θάλατταν οἰκοῦντας , καὶ ἂλλους ἄλλοθι πολλοὺς ἐν πολλοῖς τοιούτοις τόποις οἱκεῖν.

εἶναι γὰρ πανταχῆ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ ξυνερρυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαράν τε ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ, ἐν ᾧπέρ ἐστι τὰ ἄστρα, ὃν δὴ αἰθέρα ὀνομάζειν τοὺς πολλοὺς τῶν τὰ τοιαῦτα εἰωθότων λέγειν · οὑ δὴ ὑποστάθμην εἶναι ταῦτα καὶ ξυρρεῖν ἀεὶ εἰς τὰ κοῖλα τῆς γῆς.

ἡμᾶς οἶν οἰκοῦντας ἐν τοῖς κοίλοις αὐτῆς λεληθέναι καὶ οἴεσθαι ἄνω ἐπὶ τῆς γῆς οἰκεῖν , ὥσπερ ἂν εἴ τις ἐν μέσῳ τῷ πυθμένι τοῦ πελάγους οἰκῶν οἴοιτό τε ἐπὶ τῆς θαλάττης οἰκεῖν καὶ διὰ τοῦ ὕδατος ὁρῶν τὸν ἥλιον καὶ τὰ ἄλλα ἄστρα τὴν θάλατταν ἡγοῖτο οὐρανὸν εἶναι , διὰ δὲ βραδυτῆτά τε καὶ ἀσθένειαν μηδεπώποτε ἐπὶ τὰ ἄκρα τῆς θαλάττης εἴη ἀφιγμένος, μηδὲ ἑωρακὼς εἴη, ἐκδὺς καὶ ἀνακύψας ἐκ τῆς θαλάττης εἰς τὸν ἐνθάδε τόπον, ὅσῳ καθαρώτερος καὶ καλλίων τ.υγχάνει ὢν τοῦ παρὰ σφίσι, μηδὲ ἄλλου ἀκηκοὼς εἴη τοῦτο ἑωρακότος.

ταὐτὸ δὴ τοῦτο καὶ ἡμᾶς πεπονθέναι · οἰκοῦντας γὰρ ἔν τινι κοίλῳ τῆς γῆς οἴεσθαι ἐπάνω

v.2.p.75
αὐτῆς οἰκεῖν, καὶ τὸν ἀέρα οὐρανὸν καλεῖν, ὡς διὰ τούτου οὐρανοῦ ὄντος τὰ ἄστρα χωροῦντα. τὸ δὲ εἶναι ταὐτὸν ὑπ’ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἵους τε εἶναι ἡμὰς διεξελθεῖν ἐπ’ ἔσχατον τὸν ἀέρα, ἐπεὶ εἴ τις αὐτοῦ ἐπ’ ἄκρα ἔλθοι, ἢ πτηνὸς γενόμε- νος ἀνάπτοιτο, κατιδεῖν δὴ ἀνακύψαντα, ὥσπερ ἐνθάδε οἱ ἐκ τῆς θαλάττης ἰχθύες ἀνακύπτοντες ὁρῶσι τὰ ἐνθάδε, οὕτως ἄν τινα καὶ τὰ ἐκεῖ κατιδεῖν· καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνέχεσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς καὶ ἡ ὡς ἀληθῶς γῆ.

ἥδε μὲν γὰρ ἡ γῆ καὶ οἱ λίθοι καὶ πᾶς ὁ τόπος ὁ ἐνθάδε διεφθαρμένα ἐστὶ καὶ καταβεβρωμένα , ὥσπερ τὰ ἐν τῇ θα- λάττῃ ὑπὸ τῆς ἅλμης· καὶ οὔτε φύεται ἄξιον λόγου οὐδὲν ἐν τῇ θαλάττῃ οὔτε τέλειον , ὡς ἔπος εἰπεῖν, οὐδέν ἐστι , σήραγγες δὲ καὶ ἄμμος καὶ πηλὸς ἀμήχα- νος καὶ βόρβοροί εἰσιν, ὅπου ἂν καὶ ἡ yrj ᾖ, καὶ πρὸς τὰ παρ’ ἡμῖν καλὰ κρίνεσθαι οὐδ’ ὁπωστιοῦν ἄξια.

ἐκεῖνα δὲ αὖ τῶν παρ’ ἡμῖν πολὺ ἂν ἔτι πλεῖον φανείη διαφέρειν. εἰ γὰρ δὴ καὶ μυθολογεῖν καλὸν, ἄξιον ἀκοῦσαι, cj Σιμμία, οἶα τυγχάνει τὰ ἐπὶ τῆς γῆς ὑπὸ τῷ οὐρανῷ ὄντα. Ἀλλὰ μὴν, ἔφη ὁ Σιμμίας, ὢ Σώκρατες, ἡμεῖς γε τούτου τοῦ μύθου ἡδέως ἂν ἀκούσαιμεν.

Λέγεται τοίνυν , ἔφη, ὠ ἑταῖρε, πρῶτον μὲν εἶναι τοιαύτη ἡ γῆ αὐτὴ ἰδεῖν, εἴ τις ἄνωθεν θεῷτο, ὥσπερ αἱ δωδεκάσκυτοι σφαῖραι, ποικίλη, χρώμασι διειλημμένη, ὧν καὶ τὰ ἐνθάδε εἶναι χρώματα ὥσπερ δείγματα, οἶς δὴ οἶ γρα- φεῖς καταχρῶνται· ἐκεῖ δὲ πᾶσαν τὴν γῆν ἐκ τοιούτων εἶναι , καὶ πολὺ ἔτι ἐκ λαμπροτέρων καὶ καθα- ρωτέρων ἢ τούτων.

τὴν μὲν γὰρ ἁλουργῆ εἶναι θαυμαστὴν τὸ κάλλος, τὴν δὲ χρυσοειδῆ, τὴν δὲ ὅση

v.2.p.76
λευκὴ γύψου καὶ χιόνος λευκοτέραν , καὶ ἐκ τῶν ἂλλων χρωμάτων συγκειμένην ὡσαύτως, καὶ ἔτι πλειόνων καὶ καλλιόνων ἢ ὅσα ἡμεῖς ἑωράκαμεν.

καὶ γὰρ αὐτὰ ταῦτα τὰ κοῖλα αὐτῆς, ὕδατός τε καὶ ἀέρος ἔμπλεα ὄντα, χρώματός τι εἶδος παρέχεσθαι στίλβοντα ἐν τῇ τῶν ἄλλων χρωμάτων ποικιλίᾳ, ὥστε ἔν τι αὐτῆς εἶδος ξυνεχὲς καὶ ποικίλον φαντάζεσθαι.

ἐν δὲ ταύτῃ οὔσῃ τοιαύτῃ ἀνάλογον τὸ τοιαῦτα φύεσθαι δένδρα τε καὶ ἄνθη, ἔχοντα τοὺς καρπούς· καὶ αὖ τὰ ὄρη ὡσαύτως καὶ τοὺς λίθους ἔχειν κατὰ τὸν αὐτὸν λόγον τήν τε λειότητα καὶ τὴν διαφάνειαν καὶ τὰ χρώματα καλλίω· ὧν καὶ τὰ ἐνθάδε λιθίδια εἶναι ταῦτα τὰ ἀγαπώμενα μόρια, σάρδιά τε καὶ ἰάσπιδας καὶ σμαράγδους καὶ πάντα τὰ τοιαῦτα· ἐκεῖ δὲ οὐδὲν ὁτιοῦν τοιοῦτον οὐκ εἶναι καὶ ἔτι τούτων καλλίω.

τὸ δ’ αἴτιον τούτου εἶναι ὅτι ἐκεῖνοι οἱ λίθοι καθαροί εἰσι καὶ οὐ κατεδηδεσμένοι οὐδὲ διεφθαρμένοι 5 ὥσπερ οἱ ἐνθάδε , ὑπὸ σηπεδόνος καὶ ἅλμης καὶ τῶν δεῦρο ξυνερρυηκότων, ἃ καὶ λίθοις καὶ γῇ καὶ τοῖς ἄλλοις ζῴοις τε καὶ φυτοῖς αἴσχη τε καὶ νόσους παρέχει. τὴν δὲ γῆν αὐτὴν κεκοσμῆσθαι τούτοιςτε ἅπασι καὶ ἔτι χρυσῷ τε καὶ ἀργύρῳ καὶ τοῖς ἄλλοις αὖ τοῖς τοιούτοις. ἐκφανῆ γὰρ αὐτὰ πεφυκέναι, ὧν τὰ πολλὰ πλήθη καὶ μεγάλα καὶ πολλαχοῦ τῆς γῆς, ὥστε αὐτὴν δεῖν εἶναι θέαμα εὐδαιμόνων θεατῶν.”