Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἀντύλλῳ δὲ τούτῳ καὶ αὐτοὶ παρῆμεν · ἀλλὰ Σωσιτἐλει καὶ Ἡρακλέωνι διηγησώμεθα. νοσῶν γὰρ ἔναγχος ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς· ἀνενεχθεὶς δὲ μικρὸν ἔκ τινος οὐ βεβαίου καταφορᾶς, ἄλλο μὲν οὐδὲν οὔτ’ ἔπραξεν οὔτ’ εἶπε παρακινητικὸν, ἔλεγε δὲ τεθνάναι, καὶ πάλιν ἀφεῖσθαι, καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν αὐτὸν ἥκειν ἀντ’ ἐκείνου κομίζοντας. ὁ δὲ Νικανδᾶς ἣν σκυτοτόμος, ἄλλως δὲ τῶν ἐν παλαίστραις γεγονότων καὶ πολλοῖς συνήθης καὶ γνώριμος. ὃθενοἱ νεανίσκοι προσιόντες ἔσκωπτον αὐτὸν ὡς ἀποδεδρακότα καὶ διεφθαρκότα τοὺς ἐκεῖθεν ὑπηρέτας. αὐτὸς μέντοι δῆλος ἦν εὐθὺς ὑποθραττόμενος καὶ δυσχεραίνων · τέλος δὲ πυρετοῦ προσπεσόντος ἐξαπλούταρχος] [*](14 Inter Fragmenta Fragnebta ap. Wyttenb. vol. 5. p. 719.)

v.2.p.73
φνης ἀπέθανε τριταῖος. οὗτος δὲ ἀνεβίω, καὶ περί- εστιν εὖ γε ποιῶν, ἡμῖν ξένων ἐπιεικέστατος. ”

Ταῦτά μοι κείσθω διὰ τὸ καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς νεκρῶν ἀναβιώσεις φέρεσθαι. ἐπεὶ δὲ καὶ γῆν τινα ἐν ἐπαγγελίαις μόνοις τοῖς θεοφιλέσι δοθήσεσθαι περιέχουσι, κατὰ τὸ φάσκον λόγιον “ οἶ δὲ πραεῖς κληρονομήσουσι τὴν γῆν,” ταύτην δὲ ἐπουράνιον ὑπάρχειν διασαφεῖ ὁ φάσκων λόγος “ ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστὶν , ἥτις ἐστὶ μήτηρ ἡμῶν ·” ὅ τε προφήτης τὴν αὐτὴν δὴ ταύτην ἐκ πο- λυτελῶν καὶ τιμίων συνεστάναι λίθων ἐν τρόπῳ ἀλ- ληγορίας αἰνίττεται λέγων “ ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν , καὶ τοὺς θεμελίους σου σάπφειρον, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς·’ θέα ὡς καὶ ὁ Πλάτων’ αὐτὰ δὴ ταῦτα, ἢ τὰ παραπλήσια, πεπεῖ- σθαι εἶναι ἀληθῆ ἐν τῷ Περὶ ψυχῆς ὁμολογεῖ, Σω- κράτει ἀνατιθεὶς τὸν λόγον ὧδέ πη