Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς Ἐβραίων γραφής ἐφ’ ἑκάστῳ τῶν δημιουραγημάτων ἐπιφωνούσης ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν,” καὶ ἐπὶ τῇ πάντων συγκεφαλαιώσει φασκούσης “ καὶ εἶδεν ὁ θεὸς τὰ πάντα, καὶ ἰδοὺ καλὰ λίαν · ” ἄκουε τοῦ Πλάτωνος ὥς φησιν

‘Ἑἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος, ὅ τε δημιουργὸς ἀγαθὸς, δῆλον ὡς πρὸς τὸ ἀίδιον ἒβλεπε. ”

Καὶ πάλιν

“ Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων , ὁ δ’ ἄριστος τῶν αἰτίων.”

Καὶ περὶ τούτου πάσης Ἑβραίων γραφῆς διαλαλούσης , τοτὲ μὲν δι’ ὧν φησι “ καὶ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον” τοτὲ δὲ δι’ ὧν ἐπιλέγει “καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἅ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει κύριος·” καὶ πάλιν ἄλλοτε δι’ ὧν φησι “ παράγει γὰρ τὸ σχῆμα [*](19 Πλάτωνος] Tim. p. 29 a.)

v.2.p.67
τοῦ κόσμου τούτου ·”

καὶ ὁ Πλάτων’ ἄκουε γοῦν ὅπως τὸ δόγμα συνίστησι λέγων ἐν Τιμαίῳ

“ Καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν· καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων καὶ τῶν τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγεννήθη δι’ ἀναλογίας ὁμολογῆσαν , φιλίαν τε ἔσχεν ἐκ τούτων, ὡς εἰς ταὐτὸν αὐτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”