Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μώσεως γενητὸν ἀποφηναμένου τόδε τὸ πᾶν ὑπὸ τοῦ θεοῦ γενόμενον , λέγει δ’ οὖν ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς “ ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ” καὶ μετὰ ταῦτα κατὰ μέρος ἐπάγει “αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς , ὅτε ἐγένετο , ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τῆν’ γῆν.” ἄκουε τοῦ Πλάτωνος ὡς οὐκ ἐκπίπτει τῆς διανοίας ὧδέ πη καὶ αὐτὸς γράφων

v.2.p.65

‘Πάν δὲ αὖ τὸ γιγνόμενον ὑπ’ αἰτίου τινὸς ἐξ ἀνάγκης γίγνεσθαι· πάντη γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν.”

Καὶ ἐπιλέγει

“ Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος, ῥ’ καὶ ἄλλο ὅ τι ποτὲ ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦθ’ ἡμῖν ὠνομάσθω· σκεπτέον οὖν περὶ αὐτοῦ πρῶτον, ὅπερ ὑπόκειται περὶ· παντὸς ἐν ἀρχῇ δεῖν σκοπεῖν, πότερον ἦν ἀεὶ, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ’ ἀρχῆς τινος ἀρξάμενος.

γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητὰ, τὰ δ’ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. τῷ δ’ αὖ γενομένῳ φαμὲν ὑπ’ αἰτίου τινὸς ἀνάγκην εἷναι γενέσθαι. τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.”

Καὶ αὖθις ἑξῆς φησιν

“ Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τῇ ἀληθείᾳ δ’ ἰὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.”