Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστὴρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλἐσειειν ἄν τις παναύγειαν , ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλανῆται καὶ ἀπλανεῖς ἀρύονται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη , τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, οὑ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν. εἰλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει.

Καὶ μετὰ βραχέα ἐπιλέγει

“Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν

v.2.p.53
ἐπάγησαν ἑσπέρα τε καὶ πρωία, κατ’ ἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθὺς ὃ καὶ ἡμέραν καλῶς ποιῶν ἐκάλεσεν· καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν.

ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ· ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο· καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργὸς, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν ὄντα. τὸ γὰρ σῶμα φύσει στερεὸν, ὅ τι περ καὶ τριχῆ διαστατόν. στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ, τοῦτον στερεὸν ἒκάλεσε. ”

Ταῦτα ὁ Φίλων. συνᾴδει δὲ αὐτῷ καὶ ὁ Κλήμης ἐν τῷ ἓκτῳ Στρωματεῖ λέγων ὧδε

Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· τὸν μὲν ἀρχέτυπον , τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητὸν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμὸς, ἡ ἑξὰς καλεῖται.

καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. ‘ ἐν ἀρχῇ γὰρ φησὶν) ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος. εἶτ’ ἐπιφέρει καὶ εἷπεν ὁ θεὸς, γενέσθω φῶς, καὶ ἐγένετο φῶς.’ ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῆ̣ στερεὸν οὐρανὸν δημιουργεῖ· τὸ δὲ στερεὸν αἰσθητόν · γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. [*](18 Κόσμον—] Clemens Al. Strom. 5, 14. p. 702. Cf. infra p. 671 a.)

v.2.p.54

ἆρ’ οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων’ ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ αἰ- σθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά;

εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μώσης , ὅ γήινόν φησιν ὁ Πλάτων’ σκῆνος , ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον.

ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικὸς, ἄνθρωπος ἀπαθὴς, εἰκὼν δὲ εἰκόνος ἀνθρώπινος νοῦς.”

Ἀκούσωμεν δὲ καὶ τῶν ῥηθησομένων.