Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτὸν, τῷ δὲ μῆνα, τοῖς δὲ μή τινα μοῖραν τάττωμεν, μηδέ τινα χρόνον , ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον, συναποτελῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος · ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά.”

Καὶ ἐν ἐπιστολῇ δὲ τῇ πρὸς Ἑρμείαν Ἔραστόν τε καὶ Κορίσκον εὖ μάλα πεφυλαγμένως τέθειται τὸ δόγμα, ὧδε πρὸς λέξιν ἐπιστέλλων

“Ταύτην τὴν ἐπιστολὴν πάντας ὑμὰς τρεῖς ὄντας ἀναγνῶναι χρὴ, μάλιστα μὲν ἀθρόους, εἰ δὲ μὴ, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τέ ἐστι πλειστάκις, καὶ χρῆσθαι συνθήκῃ καὶ νόμῳ κυρίῳ τούτῳ, ὅ ἐστι δίκαιον ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας· ὃν, ἐὰν ὀρθῶς φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.”

Ἀρά σοι δοκεῖ ταῦτα λέγων ὁ Πλάτων’ τοῖς Ἐβραίων ἐπηκολουθηκέναι δόγμασιν, ἢ πόθεν ἄλλοθεν ἐπῆλθεν αὐτῶ τοῦ πάντων τῶν γενητῶν αἰτίου κρείττονα ἄλλον θεὸν, τὸν δὴ καὶ πατέρα τοῦ πανηγεμόνος, προσειπεῖν; πόθεν δ’ αὐτῷ τὸ τοῦ κυρίου ἐπὶ τοῦ πατρὸς τοῦ δημιουργοῦ τάξαι ὄνομα, μηδενός πω πρὸ αὐτοῦ Ἑλλήνων ἀκοαῖς, ἀλλὰ μηδὲ εἰς νοῦν ταῦτα καταβεβλημένου ;

εἰ δὲ καὶ ἑτέρων ἡμῖν πάλιν μαρτύρων δεῖ εἰς ἀναμφίλεκτον παράστασιν τῆς τε τοῦ φιλοσόφου διανοίας καὶ τῆς τοῦ λόγου καταἐν [*](8 ἐπιστολῇ] p. 323.)

v.2.p.36
σκευῆς, ἐπάκουσον οἶά σοι Πλωτῖνος ἐν οἷς περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων συνέταξε διασαφεῖ γράφων