Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Εἰς τρία διελόντος μέρη τοῦ Πλάτωνος τὸν πάντα τῆς φιλοσοφίας λόγον, εἰς φυσικὸν, ἠθικὸν, λογικὸν, εἶτ᾿ αὖ πάλιν τὸν φυσικὸν διελομένου εἴς τε τὴν τῶν αἰσθητῶν θεωρίαν καὶ τὴν τῶν ἀσωμάτων κατανόησιν, εὕροις ἂν καὶ παρ’ Ἑβραίοις τὸ τριμερὲς τοῦτο τῆς διδασκαλίας εἶδος, ὅτι δὴ καὶ παρ᾿ αὐτοῖς τὰ ὅμοια πρόσθεν ἢ Πλάτωνα γενέσθαι πεφιλοσόφητο.

πρῶτον δὲ τῶν Πλάτωνος ἀκοῦσαι ἄξιον, εἶθ᾿ οὕτω καὶ τὰ Ἑβραίων ἐπισκοπῆσαι. θήσω δὲ τὰ ἀρέσκοντα Πλάτωνι ἀπὸ τῶν τὰ αὐτοῦ πρεσβευόντων, ὧν Ἀττικὸς διαφανὴς ἀνὴρ τῶν Πλατωνικῶν φιλοσόφων ὧδέ πη τὰ δοκοῦντα τῷ ἀνδρὶ διέξεισιν, ἐν οἷς ἵσταται πρὸς τοὺς διὰ τῶν Ἀριστο- τέλους τὰ Πλάτωνος ὑπισχνουμένους.