Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀκοῦσαι δ’ οὑν αὐτοῦ πολλαχοῦ μὲν πάρεστιν, οὐ μὴν ἀλλὰ καὶ ἐν Ἐπινομίδι, Σύρων ὁμοῦ καὶ Αἰγυπτίων ὧδέ πη μνημονεύοντος

“ Τούτου δὲ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν, βάρβαρος ὤν. παλαιὸς γὰρ δὴ τόπος ἔθρεψε τοὺς πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θ’ ἱκανῶς κέκτηται. ὅθεν καὶ πανταχόσε καὶ δεῦρο ἐξήκει, βεβασανισένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ.

Καὶ ὑποβὰς ἐξῆς ἐπιλέγει

Λάβωμεν δὴ ὡς ὅ τι περ Ἕλληνες βαρβάρων παραλάβωσι, κάλλιον τοῦτο εἰς τέλος ἀπεργάζονται.”

Ταῦτα ὁ Πλάτων’. καὶ Δημόκριτος δὲ ἔτι πρότερον τοὺς Βαβυλωνίων λόγους ἠθικοὺς πεποιῆσθαι λέγεται. καί που σεμνυνόμενος περὶ ἑαυτοῦ φησιν

“ Ἐγὼ δὲ τῶν κατ’ ἐμαυτὸν ἀνθρώπων πλείστην γῆν ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γαίας πλείστας εἶδον , καὶ λογίων ἀνδρῶν πλείστων ἐπήκουσα, καὶ γραμμέων συνθέσιος μετ’ ἀποδείξεως οὐδείς κώ με παρήλλαξεν, οὔτε Αἰγυπτίων οἶ καλεόμενοι Ἀρπεδνονάπται, οἶς ἐπὶ πᾶσιν ἐπ’ ἔτεα ὀγδώκοντα ἐπὶ ξένης ἐγενήθην.’’

Ἐπῆλθε γὰρ καὶ οὗτος Βαβυλῶνά τε καὶ τὴν Πέρσιδα καὶ Αἴγυπτον , τοῖς τε Αἰγυπτίοις καὶ τοῖς ἱερεῦσι μαθητεύων.

τί δ’ εἴ σοι καταλέγοιμι [*](6 Ἐπινομίδι — ] P. 986 e. 987 d. 21 Ἐγὼ δὲ — ] Apud Clem. Al. Strom, 1, 15. p. 357.)

v.1.p.545
Ἡράκλειτον καὶ τοὺς ἄλλους Ἑλλήνων, δι’ ὧν ἀπελέγχεται ἡ παρ’ Ἕλλησι πολιτεία τὸν μακρὸν αἰῶνα πτωχεύουσα καὶ γυμνὴ παντὸς μαθήματος ἀπολειφθεῖσα;

ἱεροῖς μὲν οὖν θεῶν, ἀγάλμασί τε καὶ ἀφιδρύμασι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ παντελὲς ἐχήρευεν.

οὐδέ τι πρὸς ἀγαθῶν λόγων εὕρεσιν αὐτοῖς τὰ ἄχρηστα χρηστήρια συνεβάλλετο, ἀλλ’ οὐδ’ αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν αὐτοὺς τοπαράπαν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει · ἀλώμενοι δὲ ὧδε κἀκεῖσε καὶ τὸν βίον ἅπαντα περιτρέχοντες ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι.

ἄλλα γὰρ παρ’ ἄλλων ἀποματτόμενοι μαθήματα γεωμετρίαν μὲν παρ’ Αἰγυπτίων ἔσχον, ἀστρολογίαν δὲ παρὰ Χαλδαίων, καὶ αὖ πάλιν ἕτερα παρ’ ἑτέρων· οὐδὲν δὲ παρά τισιν ἄλλοις οἷόν τινες αὐτῶν τὸ παρ’ Ἑβραίοις ἀγαθὸν εὕροντο.

τοῦτο δὲ ἦν ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις καὶ ἡ τῶν οἰκείων θεῶν κατάγνωσις, ἣν μικρὸν ὅσον ὁ λόγος προιὼν ἐπιδείξει.

τοσοῦητον δὲ ἐπὶ τοῦ παρόντος τοὺς ἐντυγχάνοντας ἐπισημαίνεται, ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεολογίας οἶ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ λυσιτελούντων μαθημάτων , καὶ οὐδὲ μόνων τούτων, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπιτηδευμάτων.

ἡγοῦμαι δέ μοι τήνδε συμβαλεῖσθαι τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ, εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑποσχεῖν τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ’ Ἑβραίοις θεολογίαν

v.1.p.546
καὶ τὴν, ὡς ἂν αὐτοὶ φαῖεν, βάρβαρον τῆς Ἑλληνικῆς προτετιμηκέναι φιλοσοφίας.

εἰ γοῦν ὀφθεῖεν αὐτοὶ πολὺ πρότερον τὰ πάντα παρὰ βαρβάρων ἐσκευωρημένοι, μηδὲν δὲ μηδ’ ὅλως παρὰ τῶν οἰκείων θεῶν εἰς φιλοσοφίαν ὠφελημένοι , ἀλλὰ καὶ τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι, καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες , τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον ἀγαπήσαντες , μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες καὶ ἀπειληφότες τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες, οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀμαμὶξ τὴν πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες , οὐδέ γε τὸ ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες ;

ἀλλὰ μήπω ταῦτα, ἐκεῖνα δέ μοι πρῶτον δίελθε, δι’ ὧν Ἕλληνες τὰ πάντα σεσυληκέναι βαρβάρους , οὐ μόνα τὰ φιλόσοφα μαθήματα , ἀλλὰ καὶ τὰς κοινὰς καὶ βιωφελεῖς εὑρέσεις ἀπελέγχονται.