Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὅτι μὴ ἄνευ λόγου σώφρονος δεύτερα θέ- θέμενοι τὰ τῆς Ἑλλήνων φιλοσοφίας τὴν παρ’ Εβραί- ὄις θεολογίαν προτετιμήκαμεν γνοίης ἂν, μαθὼν ὡς καὶ αὐτῶν Ελλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλο- σοφίας ἁψάμενοι, καί τι πλέον καὶ μεῖζον τῆς παν- δήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες, οὐδέτερα τῶν παρὰ τοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ δόγματα.

οἶ μὲν γὰρ ἀλληνάλλως ποικίλαις ψευ- δοδοξίαις ἀπαχθέντες εἰς βυθὸν ἀδολεσχίας περιε- τράπησαν, οἱ δέ γε ποσῶς εὐγνώμονι λογισμῷ κεχρη- μένοι , ἐν οἷς τῆς τἀληθοῦς ἐφήψαντο καταλήψεως, ἐν τούτοις τῆς Ἑβραίων κοινωνοὶ πεφήνασι διδασκα- λίας.

εἰκὸς γοῦν πολυμαθεῖς γεγονότας ^ τά τε τῶν ἐθνῶν νόμιμά τε καὶ μαθήματα περιεργότερον ἐξητακότας, καὶ τὴν τῶν δηλουμένων μὴ ἀγνοῆσαι φιλοσοφίαν ^ νεωτέρους μὲν τῷ χρόνῳ, ὡς ἔπος εἰ- πεῖν, ἁπάντων οὐχ Ἐβραίων μόνον, οὐδέ γε Φοινί- κῶν καὶ Αἰγυπτίων ^ ἀλλὰ καὶ αὐτῶν τῶν παλαιῶν Ἑλλήνων φύντας.

οἶς τὰ μὲν ἐκ Φοινίκης Κάδμος ὁ Ἀγήνορος ^ τὰ δ’ ἐξ Αἰγύπτου περὶ θεῶν, ἢ καί ποθεν ἄλλοθεν ^ μυστήρια καὶ τελετὰς, ξοάνων τε ἱδρύσεις, καὶ ὕμνους, ᾠδάς τε καὶ ἐπῳδὰς, ἤτοι Θρᾴκιος Ὀρφεὺς , ἢ καί τις ἕτερος ‘ ἢ βάρβα- ρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστήωχντο· τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ελ- ληνες παλαιοτέρους εἰδέναι.

πρῶτον γοῦν ἁπάν- τῶν Ὀρφέα, εἶτα δὲ Λίνον, κἄπειτα Μουσαῖον, ἀμφὶ τὰ Τρωϊκὰ γενομένους ἢ μικρῷ πρόσθεν ἠκμακέναι φασίν. ἀλλὰ κατά γε τούτους πλέον οὐδὲν τῆς Φοι-

v.1.p.541
νίκων καὶ Αἰγυπτίων πολυπλανοῦς θεολογίας παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο.

καὶ δὴ καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, κατὰ πάσας χώρας τε καὶ πόλεις, ἴν τε ἱεροῖς καὶ μυστηρίοις , αὐτὰ δὴ ταῦτα καὶ ὅσα τούτοις ὅμοια παρεφυλάττετο. πολὺς γοῦν παρὰ τοῖς πᾶσιν ὁ προδηλωθεὶς περὶ θεῶν ἐκράτει λόγος· νεῴ τε περικαλλεῖς , παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι κεκοσμημένοι, παρὰ τοῖς πᾶσιν ἐξήσκηντο · ἀτὰρ δὴ καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζῴων ἰδέαν τετυπωμένα φιλοκάλως ἐξείργαστο.

καὶ μὴν καὶ μαντείων πλείστη τις ἦν καὶ ἄφθονος παρὰ τοῖς πᾶσι περιουσία. σεμνός γε μήν τις καὶ μέγας θεὸς παρὰ τοῖς Ἕλλησι διαφερόντως τὸ τηνικάδε μάλιστα ἦν ἀκμάζων, ὁ Πύθιος καὶ ὁ Κλάριος καὶ ὁ Δωδωναῖος· εἶτα δὲ Ἀμφιάρεως καὶ Ἀμφίλοχος, καὶ ἐπὶ τούτοις μυρίος ἄλλος ἐπιρρέων χρησμῳδῶν μᾶλλον ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος.

ὣν μακροῖς ποθ’ ὕστερον χρόνοις Ἕλληνας παρελθοῦσα φιλοσοφία, μηδὲν τῶν αὐτῇ προσηκόντων παρὰ τοῖς προπάτορσιν εὑροῦσα , τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς πατρόθεν εἰς αὐτοὺς ἡκούσης θεολογίας , αὐτά τε τὰ θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα, θεῖά τε καὶ χρηστήρια, ἔργῳ περιττὰ καὶ ἀνωφελῆ κατελάμβανε.

διὸ ταῦτα μὲν εἰς δεύτερον ἀνεβάλλετο, ὡς ἂν οὐδὲν αὐτῇ πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελεῖν δυνάμενα, τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα, οἶά τις γυμνὴ καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ μαθημάτων , περιῄει διερευνωμένη, τά τε χρήσιμα πανταχόθεν ἑαυτῇ πορίζουσα συνάγουσά τε καὶ ἐρανιζομένη, ὅ τι ποτὲ παρ’ ἑκάστοις εὕροι τῶν ἐθνῶν.

οὐ γὰρ οὖν μόνα τὰ τῆς ἀληθοῦς θεολογίας λείποντα κατεμάνθανε τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τῶν ἄλ-

v.1.p.542
λῶν τεχνῶν τε καὶ ἐπιστημῶν τὰς βιωφελεστάτας. συνομολογοῦσί γε τοι Ἕλληνες αὐτοὶ, μετά γε Ὀρφέα Λίνον τε καὶ Μουσαῖον , οἳ δὴ πάντων μάλιστα θεολόγων παλαιότατοί τε καὶ πρῶτοι κατῆρξαν αὐτοῖς τῆς πολυθέου πλάνης, τοὺς ἑπτὰ παρ’ αὐτοῖς ἄνδρας ἐπὶ σοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι σοφούς. ἀμφὶ Κῦρον δὲ οἵδε τὸν Περσῶν ἤκμασαν βασιλέα.

οὗτος δ’ ἦν ὁ χρόνος, ἐν ᾧ τῶν παρ’ Ἑβραίοις προφητῶν οἱ πάντων ὕστατοι προεφήτευον, τῶν μὲν Τρωϊκῶν ὕστερον ἔτεσι πλέον ἢ ἑξακοσίοις, τῆς δὲ Μώσεως ἡλικίας οὐκ ἔλαττον ἢ χιλίοις πεντακοσίοις γενόμενοι. τοῦτο δέ σοι τὰς τῶν χρόνων ἀναγραφὰς μικρὸν ὕστερον διιόντι καταφανὲς ἔσται.

ἐνταῦθά που νέοι τῷ χρόνῳ οἶ ἑπτὰ γενόμενοι σοφοὶ ἐπὶ κατορθώσει μνημονεύονται ἀγωγῆς τῆς ἠθικωτέρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. ὀψὲ δέ τι, καὶ μᾶλλον τοῖς χρόνοις ὑποβεβηκότες, οἱ παρ' Ἕλλησι φιλόσοφοι διαπρέψαι μνημονεύονται.

ὣν Πυθαγόρας πρῶτος Φερεκύδου γνώριμος, τὸ “φιλοσοφίαν’’ ἀνευρὼν ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ’ ἕτεροί φασι, Τυρρηνὸς ἦν· τινὲς δ’ αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ’ οὐχ Ἕλληνα γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον.

καὶ τὸν Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. οὐ μόνῳ δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέγεται, διατρῖψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις, καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις μαθητεῦσαι, καθ’ ὃν χρόνον Ἑβραίων οἱ μὲν ἐπ’ Αἰγύπτου , οἱ δ’ ἐπὶ Βαβυλῶνος φαίνονται τὴν μετοικίαν πεποιημένοι.

ἀλλὰ γὰρ ὁ δηλούμενος

v.1.p.543
τὰ παρ' ἑκάστοις σοφὰ πολυπραγμονῶν ἐπῆλθε Βαβυλῶνα καὶ Αἴγυπτον καὶ πᾶσαν τὴν Περσῶν, τοῖς τε μάγοις καὶ τοῖς ἱερεῦσι μαθητευόμενος· ἀκηκοέναι τε πρὸς τούτοις Βραχμάνων ἱστόρηται· ᾿Ινδῶν δέ εἰσιν οὗτοι φιλόσοφοι·) καὶ παρ’ ὧν μὲν ἀστρολογέαν, παρ’ ὣν δὲ γεωμετρίαν, ἀριθμητικήν τε παρ’ ἑτέρων καὶ μουσικὴν, καὶ ἄλλα παρ’ ἄλλων συλλεξάμενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν ούδὲν, πενέᾳ σοφίας καὶ ἀπορίᾳ συνοικούντων·

ἔμπαλιν δ’ οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν.

Ὁ μὲν οὖν Πυθαγόρας τοιοῦτος. πρώτη δ’ ἐκ τῆς τούτου διαδοχῆς ἡ κληθεῖσα Ἰταλικὴ φιλοσοφία συνέστη, τῆς ἐπωνυμίας ἐκ τῆς κατὰ Ἰταλίαν διατριβῆς ἀξιωθεῖσα · μεθ’ ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ σοφῶν ἑνὸς Ἰωνικὴ προσαγορευθεῖσα · κἄπειτα ἡ Ἐλεατικὴ, Ξενοφάνην τὸν Κολοφώνιον πατέρα ἐπιγραψαμένη.

ἀλλὰ καὶ ὁ Θαλῆς, ὥς τινες ἱστοροῦσι, Φοῖνιξ ἢν, ὡς δέ τινες ὑπειλήφασι, Μιλήσιος · Αἰγυπτίων δὲ καὶ οὗτος λέγεται τοῖς προφήταις συμβεβληκέναι.

Σόλωνα δὲ καὶ αὐτὸν τῶν ἑπτὰ σοφῶν, ὃν δὴ καὶ λόγος Ἀθηναίοις νομοθετῆσαι, Αἰγυπτίοις ὁμοίως φησὶν ὁ Πλάτων’ προσεσχηκέναι, ὁπηνίκα πάλιν ᾤκουν Ἑβραῖοι τὴν Αἴγυπτον. εἰσάγει γοῦν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φησιν ὁ Αἰγύπτιος πρὸς αὐτὸν “ὦ Σόλων, Σόλων Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδὲ εἶς, οὐδέ ἐστι παρ’ ὑμῖν χρόνῳ πολιὸν μάθημα.’’

καὶ οὗτος δὲ ὁ Πλάτων’ τοῖς ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς [*](25 Τιμαίῳ — ] P, 22 c.)

v.1.p.544
Αἴγυπτον καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν, καὶ τὰ κάλλιστα ἐμπορεύεσθαι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμενος.