Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κατὰ δὲ Κρότωπόν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθενέλαον ἥ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή·

κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι

v.1.p.574
τεμένους καθίδρυσις, καὶ ἡ Τριπτολέμου γεωργία, καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία, Μίνωός τε βασιλεία·

κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις, καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις, καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως πράξεις· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν Ἴλιον ἐάλω.”

“Οὐκοῦν πέφηνεν ὁ Μωσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτατος ἡρώων, πόλεων, δαιμόνων. καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν μᾶλλον ἤπερ τοῖς ἀπὸ πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ᾿ ἐπίγνωσιν τἀκείνου δόγματα.

πολλοὶ γὰρ οἱ κατ᾿ αὐτοὺς σοφισταὶ κεχρημένοι περιεργίᾳ, οἳ ὅσα παρὰ τῶν κατὰ Μωσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων ἔγνωσαν παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δ᾿ ὅπως τὰ ὅσα μὴ συνίεσαν, διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες, ὡς μυθολογίαν τὴν ἀλήθειαν παραβραβεύσωσι.”

“Περὶ μὲν οὖν τῆς καθ᾿ ἡμᾶς πολιτείας, ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους, ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησι λόγιοι, καὶ πόσοι καὶ τίνες εἰσὶν οἱ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθήσεται·

τὸ δὲ νῦν ἔχον, σπευστέον μετὰ πάσης ἀκριβείας σαφηνίζειν ὡς οὐχ Ὁμήρου μόνον πρεσβύτερός ἐστιν ὁ Μωσῆς, ἔτι δὲ καὶ τῶν πρὸ αὐτοῦ συγγραφέων, Λί- νου, Φιλάμμονος, Θαμύριδος, Ἀμφίονος, Ὀρφέως, Μουσαίου, Δημοδόκου, Φημίου, Σιβύλλης, Ἐπιμενίδου τοῦ Κρητὸς, ὅστις εἰς τὴν Σπάρτην ἀφίκετο, Ἀρισταίου τοῦ Προκοννησίου, καὶ τοῦ τὰ Ἀριμάσπια συγγράψαντος, Ἀσβόλου τε τοῦ Κενταύρου, καὶ Ἰσα-

v.1.p.575
τιδος, Δρυμῶνός τε καὶ Εὔκλου τοῦ Κυπρίου, καὶ Ὥρου τοῦ Σαμίου, καὶ Προναπίδου τοῦ Ἀθηναίου.

Λίνος μὲν γὰρ Ἡρακλέους ἐστὶ διδάσκαλος, ὁ δὲ Ἡρακλῆς μιᾷ τῶν Τρωι·κῶν προγενέστερος πέφηνε γενεᾷ. τοῦτο δέ ἐστι φανερὸν ἀπὸ τοῦ παιδὸς αὐτοῦ Τληπολέμου, τοῦ στρατεύσαντος ἐπὶ Ἴλιον.

Ορφεὺς δὲ κατὰ τὸν αὐτὸν χρόνον Ἡρακλεῖ γέγονεν· ἄλλως τε καὶ τὰ εἰς αὐτὸν ἐπεισφερόμενά φασιν ὑπὸ Ὀνομακρίτου τοῦ Ἀθηναίου συντετάχθαι, γενομένου κατὰ τὴν Πεισιστρατιδῶν ἀρχὴν, περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα.

τοῦ δ’ Ὀρφέως Μουσαῖος μαθητής. Ἀμφίων δὲ δυσὶ προάγων γενεαῖς τῶν Τρωϊκῶν τοῦ πλείονα πρὸς τοὺς φιλομαθεῖς συνατάττειν ἡμᾶς ἀπείργει. Δημόδοκός τε καὶ Φήμιος κατ’ αὐτὸν τὸν Τρωϊκὸν πόλεμον γεγόνασι · διέτριβον γὰρ ὁ μὲν παρὰ τοῖς μνηστῆρσιν, ὁ δὲ παρὰ τοῖς Φαίαξι. καὶ ὁ Θάμυρις καὶ ὁ Φιλάμμων οὐ πολὺ τούτων εἰσὶν ἀρχαιότεροι.

περὶ μὲν οὖν τῆς καθ’ ἕκαστον λόγον πραγματείας, χρόνων τε καὶ ἀναγραφῆς αὐτῶν, ὡς οἶμαι, σφόδρα μετὰ πάσης ὑμῖν ἀκριβείας ἀνεγράψαμεν· ἔνα δὲ καὶ τὸ μέχρι νῦν ἐνδέον ἀποπληρώσωμεν . ἔτι καὶ περὶ τῶν νομιζομένων σοφῶν ποιήσομαι τὴν ἀπόδειξιν.

Μίνως μὲν γὰρ, ὁ πάσης προύχειν νομισθεὶς σοφίας ἀγχινοίας τε καὶ νομοθεσίας , ἐπὶ Λυγκέως τοῦ μετὰ Δαναὸν βασιλεύσαντος γέγονεν, ἑνδεκάτῃ γενεᾷ μετὰ Ἴναχον. Λυκοῦργος δὲ, πολὺ μετὰ τὴν Ἰλίου γεννηθεὶς ἂλωσιν, πρὸ τῶν Ὀλυμπιάδων ἔτεσιν ἑκατὸν νομοθετεῖ Λακεδαιμονίοις.

Δράκων δὲ περὶ Ὀλυμπιάδα τριακοστὴν καὶ ἐνάτην εὑρίσκεται γεγονώς· Σόλων δὲ περὶ μς΄· Πυθαγόρας κατὰ τὴν ἑξηκοστὴν δευτέραν. τὰς δὲ Ὀλυμπιάδας ὕστερον τῶν Ἰλιακῶν

v.1.p.576
ἔτεσιν ἀπεδείξαμεν γεγονυίας τετρακοσίοις ἑ.

καὶ δὴ τούτων οὕτως ἀποδεδειγμένων διὰ βραχέων ἔτι καὶ περὶ τῆς τῶν ἑπτὰ σοφῶν ἡλικίας ἀναγράψομεν. τοῦ γὰρ πρεσβυτάτου τῶν προειρημένων Θάλητος γενομένου περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα καὶ τὰ περὶ τῶν μετ’ αὐτὸν σχεδὸν ἡμῖν συντομως εἴρηται.

“ Ταῦθ᾿ ἄνδρες Ἓλληνες, ὁ κατὰ βαρβάρους φιλοσοφῶν Τατιανὸς συνέταξα, γεννηθεὶς μὲν ἐν τῇ τῶν Ἀσσυρίων γῇ 5 παιδευθεὶς δὲ πρῶτον μὲν τὰ ὑμέτερα, δεύτερον δὲ ἅτινα νῦν κηρύττειν ἐπαγγέλλομαι. γινώσκων δὲ λοιπὸν τίς ὁ θεὸς καὶ τίς ἡ κατ’ αὐτὸν ποίησις ἕτοιμον ἐμαυτὸν ὑμῖν πρὸς τὴν ἀνάκρισιν τῶν δογμάτων παρίστημι, μενούσης μοι τῆς κατὰ θεὸν πολιτείας ἀνεξαρνήτου.”

Τοσαῦτα καὶ ὁ Τατιανός. μετίωμεν δὲ καὶ ἐπὶ Κλήμεντα.