Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Οὐκοῦν τῶν χιλίων καὶ εἴκοσιν ἐτῶν, τῶν μέχρι πρώτης Ὀλυμπιάδος ἀπὸ Μωσέως τε καὶ Ὠγύ-

v.1.p.569
γου ἐκκειμένων , πρώτῳ μὲν ἔτει τὸ Πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ’ Αἰγύπτου , ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατακλυσμός ’ καὶ κατὰ λόγον.

τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτι Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἣν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος.

ὁ δὲ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρ·ετον Ἓλλησιν ἱστόρηται. μετὰ δὲ τέσσαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεὺς, ὥς τινες, ὃς πλάσσειν ἀνθρώπους ἐμυθεύετο· σοφὸς γὰρ ὢν εἰς παιδείαν αὐτοὺς ἀπὸ τῆς ἄγαν ἰδιωτείας μετέπλαττε.”

Ταῦτα μὲν ὁ Ἀφρικανός. μεταβῶμεν δ’ ἡμεῖς ἐφ’ ἕτερον.