Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Μέχρι μὲν τῶν Ὀλυμπιάδων οὐδὲν ἀκριβὲς

v.1.p.565
ἱστόρηται τοῖς Ἕλλησι, πάντων συγκεχυμένων καὶ κατὰ μηδὲν αὑτοῖς τῶν πρὸ τοῦ συμφωνούντων· αἶ δὲ ἠκρίβωνται πολλοῖς, τῷ μὴ ἐκ πλείστου διαδτήματος, διὰ τετραετίας δὲ τὰς ἀναγραφὰς αὐτῶν ποιεῖσθαι τοὺς Ἕλληνας.

οὗ δὴ χάριν τὰς ἐνδοξοτάτας • καὶ μυθώδεις ἐπιλεξάμενος ἱστορίας μέχρι τῆς πρώτης Ὀλυμπιάδος ἐπιδραμοῦμαι· τὰς δὲ μετὰ ταῦτα συζεύξας κατὰ χρόνον ἑκάστας, εἴ τινες ἐπίσημοι, ταῖς Ἑλληνικαῖς τὰς Ἑβραι·κὰς, ἐξιστορῶν μὲν τὰ Ἑβραίων, ἐφαπτόμενος δὲ τῶν Ἑλληνικῶν, ἐφαρμόσω τόνδε τὸν τρόπον· λαβόμενος μιᾶς πράξεως Ἑβραικῆς ὁμοχρόνου πράξει ὑφ’ Ἑλλήνων ἱστορηθείσῃ, καὶ ταύτης ἐχόμενος , ἀφαιρῶν τε καὶ προστιθεὶς, τίς τε Ἕλλην, ἢ Πέρσης, ἢ καὶ ὁστισοῦν τῇ Ἐβραίων συνεχρόνισεν, ἐπισημειούμενος , ἴσως ἂν του σκοποῦ τύχοιμι.

“ ‘Εβραίων Ἑβραίων μὲν οὖν ἡ μετοικία ἐπισημοτάτη, αἰχμαλωτισθέντων ὑπὸ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος , παρέτεινεν ἔτη ὁ, καθὰ προεφήτευσεν Ἱερεμίας. τοῦ δὴ Ναβουχοδονόσορ μνημονεύει Βηρωσσὸς ὁ Βαβυλώνιος.

μετὰ δὲ τὰ ὁ τῆς αἰχμαλωσίας λωσίας ἔτη Κῦρος Περσῶν ἐβασίλευσεν, ᾧ ἔτει Ὀλυμπιὰς ἤχθη νέ, ὡς ἐκ τῶν Βιβλιοθηκῶν Διοδώρου καὶ τῶν Θαλλοῦ καὶ Κάστορος ἱστοριῶν, ἔτι δὲ Πολυβίου καὶ Φλέγοντος ἔστιν εὑρεῖν, ἀλλὰ καὶ ἑτέρων, οἷς ἐμέλησεν Ὀλυμπιάδων· ἅπασι γὰρ συνσυνεφώνησέν ὁ χρόνος.

Κῦρος δ’ οὖν τῷ πρώτῳ τῆς ἀρχῆς ἔτει , ὅπερ ἦν Ὀλυμπιάδος ωέ ἔτος τὸ πρῶτον, διὰ Ζοροβάβελ, καθ’ ὃν Ἰησοῦς ὁ Ἰωσεδὲκ, τὴν πρώτην καὶ μερικὴν ἀπόπεμψιν ἐποιήσατο τοῦ λαοῦ, πληρωθείσης τῆς ἑβδομηκονταετίας, ὡς ἐν τῷἝσδρᾳ παρὰ τοῖς Ἑβραίοις ἱστόρηται.

αἶ μὲν οὑν ἱστορίαι

v.1.p.566
συντρέχουσι Κύρου τε βασιλείας καὶ αἰχμαλωσίας τέλους, καὶ τὰ κατὰ τὰς Ὀλυμπιάδας οὕτως εἰς ἡμάς εὑρεθήσεται συμφωνήσαντα· τούτοις γὰρ ἑπόμενοι καὶ τὰς λοιπὰς ἱστορίας κατὰ τὸν αὐτὸν λόγον ἀλλήλαις ἐφαρμόσομεν.

τὰς δὲ πρὸ τούτων ὧδέ πως τῆς Ἀττικῆς χρονογραφίας ἀριθμουμένης , ἀπὸ Ὠγύγου τοῦ παρ’ ἐκείνοις αὐτόχθονος πιστευθέντος, ἐφ’ οὑ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς, Φορωνέως Ἀργείων βασιλεύοντος, ὠς’ Ακουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος , ὁπόθεν Ελληωες ἀκριβοῦν τοὺς χρόνους ἐνόμισαν, ἔτη συνάλεται χίλια εἴκοσιν, ὡς καὶ τοῖς προειρημένοις συμφωνεῖ καὶ τοῖς ἐξῆς δειχθήσεται.

ταῦτα γὰρ οἶ τὰ Ἀθηναίων ἱστοροῦντες, Ἑλλάνικός τε καὶ Φιλόχορος ὁ τὰς Ἀτθίδας, οἴ τε τὰ Συρία Κάστωρ καὶ Θαλλὸς, καὶ ὁ τὰ πάντων Διόδωρος ὁ τὰς Βιβλιοθήκας , ’Αλέξανδρός ξανδρός τε ὁ Πολυΐστωρ, οἵτινες τῶν καθ’ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων. εἴ τις οὑν ἐν τοῖς χιλίοις εἴκοσιν ἔτεσιν ἐπίσημος ἱστορία τυγχάνει, κατὰ τὸ χρήσιμον ἐκλεγήσεται.’’